| Ἀβράμοιο παίς γράφεν τήνδε βίβλον ἑῆ χειρί· | |
| Ἥ τέρμα εἴληφεν αἰῶνος ἐφ᾽ ἑβδομάτοιο· | |
| Ἀρίθμοῖο δέοντος ἐτῶν δέκα (καὶ) ἑκατῶν γε, | |
| Λῆξιν λαβεῖν μερόπων ἅπαν φύλον ὂν ἐπὶ γαίης· | |
| Ἥ πυκνὰς ἀμφιδρόμ(ους) ἕλικ(ας) μαστεύουσα πλανήτων, | |
| Μυθέεται μερόπε(σσιν)· ἀψευδῆ ἔπεα πάντα, | |
| Ἠδὲ καλά τε φαῦλ᾽ ὅσα τοῖσδε πρόκειται πρὸς θεοῖο, | |
| Ἀθανάτοιο ἑζομ(έν)ου εὐρὺν ἐς οὐ(ρα)νὸν αἰεί· | |
| Ἧς ἔπεα μελιηδέα, χρυσοῖο πολλοῦ κρείττω· | |
| Ὧν τε διὰ μερόπων ποθέοντες κλεινοὶ δείκνυνται:- + |
Last modified: 2021-02-02.
