| ἔα τὰς πολλὰς ὦ φίλε δέλτους βίβλους: | |
| τρύφα ἐκ μιᾶς τῆς δὲ τῶν ὅλων χαίρ(ων): | |
| θείαν γνῶσιν ἄφθονον σ(ωτη)ριώδη: | |
| πλούτω ῥέοντι μὴ προστιθεὶς καρδίαν: | |
| ἴδε θησαυρὸς οὐ(ρα)νοπλουτοφόρος | |
| ἐν ὧ καρδίαν ἔχων ἠσχολημένην | |
| οὐ κόσμον ὅλον ψυχοβλαβῶς κερδήσεις | |
| ἀλλ᾽ ἀζήμιον ψυχικὴν σ(ωτη)ρίαν | |
| τί σοι καὶ κόσμον φίλτατε λυομένῳ | |
| τί σοι καὶ βίου πολυταράχω τύρβη | |
| ἰδού σοι βίβλος θησαυροπλουτοδότις | |
| εὑρὲ δι᾽ αὐτῆς θεογνωσίας τρόπον | |
| τὸ πολλοῖς ποθούμενον τὴν σωτηρίαν | |
| καὶ βασιλείας οὐρανῶν εὐτυχίαν, | |
| ἧς ὀλίγοι νήφοντες καταξιοῦνται + |
Last modified: 2016-12-13.
