Occurrence 17660
(formerly occ/902)

Ἴαμβος
 
τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις·
Ϊωάννην δή φημι τὸ χρυσοῦν στόμα·
τὸν ὡς ἀληθῶς εὐγενῆ χρυσόστομον·
τὸν πνεύματος δοχεῖον ὄντα κυρίου·
ἐν ὧ τέθεικεν ὡς θεὸς καὶ δεσπότης·
θησαυροπλουτόχρηστον ἐσθλοφωνίαν·
καὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν·
καὶ χρυσομαργάροπτον ἀστροφεγγίαν·
Ϊωάννην τὸν ὄντα κυρίου μέγα·
οἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον·
ἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι·
τὸ τρισσολαμπὲς καὶ μονάρχιον κράτος·
ὅλον κατήστραψεν τε καὶ κατηύγασεν·
Ϊωάννην τὸν ὄντα τοῖς θείοις λόγοις·
ἑωσφόρου φαίνοντος ἄστρου βελτίω·
τοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις·
ἐν οὐρανῶ λάμποντος ἡλίου πλέον·
καὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων·
οὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας·
νυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος·
νέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως·
τὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ϊωάννου στόμα·
νυκτὸς διώκει τῆς πλάνης παρουσίαν·
καὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν·
ἄπασι πιστοῖς εἰσάγει θεοφρόνως·
Τοῦτον ποθήσας ἀτρεκεστάτωι πόθωι·
ὀ Λαοδικεὺς τοὔνομα Σισίννιος·
ὁ χρυσὸς ὄντως τῶι βίωι καὶ τῶι τρόπωι·
ἀρχϊεράρχης καὶ σοφὸς θυηπόλος·
Σισίννιον δή φημι τὸν θεοῦ φίλον·
χριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον·
καὶ τοῦ θεαυγοῦς πνεύματος κειμήλιον·
τὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον·
καὶ γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι·
θεοῦ τέθειται τῶι νεῶι τοῦ προσμένειν·
ὑπηρετεῖν τε καὶ διευθετεῖν ἅμα·
[1v] ἔπειτα δ᾽ ὤφθη καὶ προφήτης κυρίου·
κριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης·
οὕτως πέφυκεν οὗτος ἐν τῆι συγκρίσει·
πάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων·
εἰς εὐλάβειαν καὶ βίον βίου δίχα·
ὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία·
ὁρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος·
σκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων·
ῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας·
καὶ δεσπότην τίθησι Λαοδικέων·
οἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία·
νέμειν δικαίως πᾶσι τὰ πρὸς ἀξίαν·
Σισίννιον λέγοιμι τὸν φαεσφόρον·
σοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον·
καὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην·
τοῦ παντάνακτοσ καὶ θεοῦ καὶ δεσπότου·
Σισίννιον φράζοιμι τὸ κλεινὸν κλέος·
φοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος·
ὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων·
ὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν·
ἅπαντας εὐφραίνοντα τῶι συνειδότι·
ὃσ τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι·
τὴν τῶι προφήτηι Δαυὶδ ἐκλελεγμένην·
καρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου·
ῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους·
ἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους·
Οὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος·
τῶν ποιμένων τὸ κάλλος ἱεραρχίας·
ὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα·
κατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων·
ἐν συγκρίσει [δ]ὲ χρυσέων χρυσοῦς λόγους·
ἀριθμὸν εὗρεν ἑξήκοντα καὶ δύο·
τεύξας δὲ τήνδε τὴν βίβλον πολλῶι πόθωι·
πίστει τε λαμπρᾶι καὶ φερεσβιωτάτηι·
τέθεικε τούτους ἐν γραφῆι πολυστίχωι·
εἰς ὠφέλειαν Χριστιανῶν τοῦ γένους·
[2r] ἀντλοῦντες ὡς ἂν ἐκ ποταμῶν χρυσίον·
τῶν χρυσορείθρων ἐκ νοὸς χρυσορρόαι·
κάλλη τὰ τερπνὰ τῶν ἀληθῶν δογμάτων·
πλουτῶσιν ἀεὶ τῶν θεοπνεύστων λόγων·
ἄνθη γέμοντα καρπὸν εὐλογημένον·
ζωὴν διδόντα τὴν ἔχουσαν μὴ τέλος·
Ἀλλ᾽ ὃς προκύπτει τῆιδε τῆι βίβλωι φίλοι·
ἀντλεῖν τὰ θεῖα τῶν νοημάτων βάθη·
πλούτου νοητοῦ μηδαμῶς κενουμένου·
τῆς ὠφελείας καὶ πόνου μισθῶν ὕπερ·
ἀνδρὸς δικαίου τοῦ πόθωι κεκτημένου·
ποίησον εὐχὴν ἐκτενῆ καὶ πλουσίαν·
καὶ σὺν πόθω βόησον εὐσεβοφρόνως·
Ὦ Χριστὲ φωτὸς καὶ θεοῦ πατρὸς λόγε·
ὁ τὴν βροτείαν οὑσίαν ῥύπου δίχα·
τῆι σῆι συνάψας πανσόφως ὐποστάσει·
τῆι τοῦ πανόλβου πνεύματος παρουσίαι·
τῶι τήνδε βίβλον ἐν πόθῶι τετευχότι·
δίδου τὰ τερπνὰ τῶν ἄνω χαρισμάτων·
πλοῦτόν τε θεῖον τοῦ γεώδους βελτίω·
μισθὸν δὲ μισθοῦ παντὸς ἀξιώτερον·
ὑπὲρ πόνων τε καὶ κόπων Σισιννίωι·
τῶι τὸν θρόνον κρατοῦντι Λαοδικέων·
ἀνδρὶ προσηνεῖ καὶ σεβασμιωτάτωι·
καὶ πᾶσαν ἄλλην ἀρετὴν κεκτημένωι·
σὺν τῆι ταπεινότητι τῆι μεγιστάτηι·
καὶ σῶι πέλοντι γνησιωτάτωι λάτρι·
λιταῖσ ἀχράντοις τῆς θεητόκου κόρης·
τῆς παντανάσσης καὶ πανάγνου παρθένου·
καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως.
Type(s) [2229] τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις (102 verses)
Text source G. Meyer, M. Burckhardt, 1960, Die mittelalterlichen Handschriften der Universitätsbibliothek Basel. Abteilung B: Theologische Pergamenthandschriften. Signaturen BI1 - B VIII 10 (vol. 2.1), Basel: 150-153
Text status Text completely known
Date 876-900
Manuscript BASEL - Universitetsbibliotek B.II.15 [876-900]
Place in Manuscript f. 1r-2r
Person(s)
Patron
Sisinnios of Laodikeia < Syria (9th c.) - PMBZ: 29250: "Personenkennziffer: 27096"
Palaeographical information The epigram is written in majuscule letters, in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Subject(s)
Comment Rhoby (2009: 44): 'Das Buchepigramm im Cod. Basel B II 15 (s. IX) feiert dessen Besitzer, Sisinnios von Laodikeia'.
Lauxtermann (2003: 356): 'Sisinnios of Laodikeia, ktetor, Homilies of John Chrysostom, c. 870–880'.
Bibliography
Number of verses 102
Related occurrence(s)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17660
Last modified: 2021-02-04.