Occurrence 17292
(formerly occ/462)
† ἄναξ ῥωμανὲ τῆς ὅλης οἰκουμέν(ης) | |
ἀπῆλθες ἐστράτευσας ὡπλίσω πάλιν. | |
ἀλλ’ ἀντανῆλθεν ἡ στράτευσ(ις) εἰς φόνους | |
βουλῆ πονηρᾶ τῶν κρατώντ(ων) αὐσόν(ων) | |
βέβηλος ὥσπερ ἐστερήθης ὀμμάτων | |
βίου τὲ τὴν στέρησ(ιν) ὑπέστης ἄναξ· | |
γελῶσι νῦν ἅπαντες ἐχθροὶ συντόμως | |
γέλωτα θερμ(ὸν) οὐχ ὅρον κεκτημένον. |
Last modified: 2019-08-14.