Occurrence 17283
(formerly occ/454)

πάμμουσε βίβλε χαρίτ(ων) πληρεστάτη,
σειρήν· ἴυγξ· εὔηχο(ς) ὀρφέως λύρα·
θησαυρὲ πολλ(ῶν) ζωτικ(ῶν) παιδευμάτ(ων)·
ἰθυντική τε καὶ τρόπ(ων) σοφ(ῶν) νέων·
τοὺς ἀκροατ(ὰς). διδαχαῖς σὺ σεμνύνεις·
ψυχαῖς. ἔρωτα τ(ῶν) λόγ(ων) προσεντίθης·
θέλγητρον οὖσα καρδί(ας) μυουμένης
ψυχῆς γλύκασμα τῆς λίαν λυπουμέν(ης).
τίς δημιουργὸ(ς) τῆς σοφ(ῆς) τεχνουργίας,
τίς σου π(ατ)ὴρ πέφυκε, ποῖο(ς) εἰπέ μοι·
τίνο(ς) πόνημα καινὸν ἀνδρὸ(ς) τυγχάνεις
ὑπερπεσόντο(ς) τῶν βροτ(ῶν) τὴν οὐσίαν
τῇ τριττοειδεῖ τῶν λόγων ποικιλίᾳ·
μέτρου γλυκασμῷ πανσόφ(ως) πεπλεγμένου,
ἐπιστολῶν κάλλει τε (καὶ) τῷ συντόμῳ, ‖
οὐ συγγραφεὺς γὰρ ἀλλ' ἐπικὸ(ς) (καὶ) μόνως·
ἐπιστολεὺς οὐκ ἔστιν· οὐ μὲν οὖν πόθεν·
ὥστε τρίτην σοι τάξιν ἀγαπᾶ φέρ(ων)·
δημοσθένης γέγραφε γενναίους λόγους
καὶ πάντας εἷλεν ὡς ἄκρος τεταγμένο(ς),
πλὴν ἀλλ' ἐκείνου μέτρον εὑρεῖν. οὐδέπω·
ποιητικῆς γὰρ οὐδὲν ὠργίακέ τι,
πολλοῦ γε καὶ δεῖ τῶν ἐπιστολῶν πάλιν·
ὥστε· προσέσται καὶ κατ' ἀστοῦ σοὶ κράτο(ς)
καὶ παντὸς ἄλλου τοῦ καθ' ἓν μόνον σκέλο(ς)
κλέος φέροντο(ς)· τῶν δυεῖν στερουμένου·
καὶ χαῖρε λοιπόν· χαῖρέ μοι νίκην φέρ(ων)
πάντων κατ' ἀνδρῶν τ(ῶν) θυόντ(ων) τοῖς λόγοις,
ἕως τὸν ἐρμῆν τοῖς λόγοις ὑπερβάλοις.+
Type(s) [2348] Πάμμουσε βίβλε χαρίτων πληρεστάτη (29 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1051-1100
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 676 [11th c.]
Place in Manuscript f. 318v-319r
Person(s)
Scribe
Esaias (11th c.) - RGK: III.199 - VGH: 129.E (hypomnematographos, latres)
Contextual information The poem is followed by two verses: 'Ἡσαΐας δὲ ταῦτά σοι θαρρῶν γράφει / πιστὸς λάτρις σὸς ὑπομνηματογράφος'. De Lagarde (1882: v) considered them as the final part of this poem, but the verses seem to be separated in the manuscript.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.676/0333
Bibliography
Number of verses 29
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of Marina Detoraki.

Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17283
Last modified: 2020-12-17.