Occurrence 17255
(formerly occ/421)
∙:∙ ὦ χ(ριστ)ὲ σ(ῶτ)ερ ὦ θ(εο)ῦ π(ατ)ρ(ὸ)ς λόγε· | |
τοῦτον γ' ὃν εἴλου τῆς ἐμῆς προεστάναι:∙ | |
μον(ῆς), μάλιστα δεξιὸν ποδηγέτην, | |
δεῖξον κράτιστον τῆσδε ποίμν(ης) ποιμέ(να)· | |
τῶν σῶν λογικῶν θρεμμάτ(ων) ἐπιστάτη(ν)· | |
ἄριστον· ἡδὺν· εὐπρόσιτον, σὺν λόγωι:∙ | |
αἰτῶ μὲν αὐτὸ(ς) πρὸς δἐ καὶ σὸς οἰκέτης: | |
εἴκω λιταῖς σου φίλε μου καὶ δή μ' ἔχει· || | |
ἔρυμα καὶ συνεργὸν ἣν εἴληφέ τε· | |
βακτηρίαν στήριγμα παντὶ τῶι βίωι· | |
οὔ τις γὰρ αὐτοῦ δυσμεν(ὴς) κατισχύσει ∙:∙ |
Last modified: 2019-11-29.