Occurrence 17148
(formerly occ/274)

Ἐνταῦθα νῦν σκόπησον ὀρθῶς ὁ βλέπων.
ἄριστον ἔργον ἐξ ἀρίστων πραγμάτων·
ἔργον θ(εο)ῦ κάλλιστον ἐκπλῆττον φρένας·
ἔργον τὸ τέρπον πᾶσαν εἰκότως κτίσιν·
ἄνω γὰρ αὐτὸς ὡς θ(εὸ)ς καὶ δεσπότης·
ἄστρων χορείαις ζωγραφήσας τὸν πόλον·
ὃν οἷα δέρριν ἐξέτεινε τῶι λόγωι,
κόσμον δαδουχεῖ πανσόφω προμηθία·
Κάτω δ' ὁ τοῦτον εἰκονίζων τοῖς τρόποις·
ἄναξ ὅλης γῆς ἥλιος τῆς πορφύρας·
βασίλειος τὸ θρέμμα τῆς ἁλουργίδος·
κράτιστος ἀμφοῖν καὶ τροπαίοις καὶ λόγοις·
ὡς ἄλλον ὄντως οὐρανὸν τεύξας βίβλον·
ἐκ δέρρεων ταθεῖσαν ὡς ἔχει φύσις·
φέρουσαν ὡς φωστῆρας ὡραίους τύπους·
πρῶτον μὲν αὐτοῦ τοῦ θεανθρώπου λόγου·
ἔπειτα μητρὸς τῆς τεκούσης ἀσπόρως·
σοφῶν προφητῶν· μαρτύρων· ἀποστόλων·
πάντων δικαίων· ἀγγέλων· ἀρχαγγέλων,
τῶν ὀρθοδόξων πᾶσαν εὐφραίνει φρένα·
τέρπει δὲ πᾶσαν τερπνότητι καὶ θέαν·
Ἀλλ' οὕσπερ εἰκόνισεν ἐκ τῶν χρωμάτων,
εὕροι βοηθοὺς πάντας ἐκ τῶν πραγμάτων·
κράτους συνεργούς· συμμάχους ἐν ταῖς μάχαις·
παθῶν λυτρωτάς· φαρμακευτὰς τῶν νόσων·
ἐν τῆ κρίσει πλέον δὲ πρὸς τὸν δεσπότην·
θερμοὺς μεσίτας· προξένους καὶ τῆς ἄνω
δόξης ἀφράστου καὶ θ(εο)ῦ σκηπτουχίας ༶
Type(s) [1943] Ἐνταῦθα νῦν σκόπησον ὀρθῶς ὁ βλέπων (28 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 976-1000
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 1613 [976-1000]
Place in Manuscript f. Xr
Person(s)
Patron
Basileios II (958 - 15/12/1025) - PMBZ: 22991: "Personenkennziffer: 20838" (basileus)
Palaeographical information Written in golden ink, in alexandrinische Auszeichnungsmajuskel. On vv. 1, 9 and 22 the bigger initials mark the division of the poem in three sections (Acconcia Longo (2008: 77)).
Contextual information Ševčenko (1962: 273) states that 'ἔργον' refers to a lost miniature or to one that was never made. A similar idea is expressed by Iacobini (2007: 171).
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) Basileios II (958 - 15/12/1025) - PMBZ: 22991: "Personenkennziffer: 20838" (basileus)
Comment
Atsalos (1972: 96) points out that the seventh verse echoes the Psalm 103, 2 "ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν".
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.1613/0020
Bibliography
Number of verses 28
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17148
Last modified: 2023-01-30.