| Ἐρεύγεται μὲν καρδία ναὶ τοὺς λόγους | |
| ἀνδρῶν μεγίστων... (sic) πανσόφων | |
| τούτους δέ χεῖρες εὐστόχων καλλιγράφων | |
| δέλτοις κατατάττουσιν εὐφυεστάτως | |
| καθὼς ὁρᾶτε τὴν βίβλον ταύτην ἔχειν. | |
| τοίνυν ἄριστον τυγχάνει τὸ βιβλίον. | |
| ἄμφω γὰρ αὐχεῖ πῆξιν εὐφημουμένην. | |
| ἐν γράμμασι μὲν χειρὶ τοῦ χρυσογράφου, | |
| γνώσει δὲ συγγράμμασι τῶν συγγραφέων. | |
| οἱ συγγραφεῖς δέ τίνες; εἴπω συντόμως. | |
| τὸν Νύσσης Γρηγόριον, Κλήμεντα Ρώμης | |
| τοῦ Στεφάνου Στέφανον ἐν Συμεῶνι | |
| τῷ Μεταφραστῇ συγγραφεῖς ἐγὼ λέγω. | |
| ὧν ταῖς προσευχαῖς καὶ Θεόδουλον σκέποις | |
| βασιλεῦ τῶν καλῶν χορηγέτα. |
Last modified: 2026-03-24.
