Occurrence 17055
(formerly occ/172)

Τὸ πᾶσιν οὐκ εὔληπτων ἐκ πά|σης βίβλου· |
Φρουρεῖν τὸν ὄγκον τῆς ἀπειρολεξίας· |
Τούτου χάριν πῶς ἦλθον εὐθύμως ξέσαι· |
Περιγραφὴν ταύτην γὰρ ὥσπερ τὴν βίβλον |
Καὶ σφερικὸν πόλον δὲ ἡλιοδρόμον. |
Έν η διαυγεὶς μαργαρήτας· τ(ὰς) λέξεις |
Ὡς πῦρ ἀποστίλβοντας οἱ ἐν τῶ ζόφω |
Αγνωσίας πέλοντες ὡς ἐν ἡμέρα |
Εὐσχημόνως ὀρόντες δρῶση τὰς τρίβους· |
Ἔχει γὰρ πρὸς τὰ στέρνα λυχνίτην ἕνα· |
Ὡς φῶς ἀπαυγάζοντα τὰς γενεθλίους· |
Ἅλλον δὲ φεδρόπυρσον ὡς πρὸς τὰ μέσα· |
Αρκτούριον λάμποντα τὰς ἀνακτόρω(ν)· |
Ἄλλους πλάνητας ὅντας ὡσπὲρ ἀστέρ(ας)· |
Προφητικῶς φένοντας ὡς τὴν ἡμέραν. |
Τῶ ἡλίω δὲ ἔσπεται πρὸς τοὺς πόδας. |
Η φωσφοροτράνωτος γλώττα τῶν δύο· |
Η πατρικὴ ζεύγλη τε χώρας τῆς ἄνω· |
Η κύρριος (?) γρίγορσις ὀρθοδοξίας· |
Ὑφ' ἧς φυλαχθείημεν ἐκ τοῦναντίου· |
Κωνσταντῖνος δ' ἐγὼ γὰρ καὶ τάδε δράσ(ας)·
Type(s) [4874] Τὸ πᾶσιν οὐκ εὔληπτον ἐκ πάσης βίβλου (21 verses)
Text source
Text status Text completely known
Date 11th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 394 [11th c.]
Place in Manuscript f. 1v-2r
Person(s)
Scribe
Konstantinos (11th c.) - VGH: 254.C
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b110045291/f4.item
Bibliography
Number of verses 21
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17055
Last modified: 2019-05-17.