Occurrence 16988
(formerly occ/96)
Τὸν οὐρανὸν τίς δημιουργεῖ τῶ λόγω, | |
Καὶ γῆν ἐφαπλοῖ, Μωϋσῆς καθὼς γράφει, | |
Καὶ τᾶλλα πάντα τῶν θεόπτου ῥημάτων, | |
Ἐνταῦθά μοι γνοὺς ἐκ λόγων Χρυσοστόμου, | |
Τορώτερον σάλπιγγος ἠχήσεις λέγων˙ | |
Σῆς ἔργα ταῦτα χειρός, ὦ παντοκράτορ, | |
Ἦι πᾶν ὑπέστη καὶ συνέστη καὶ μένει, | |
Ὡς οἶδας αὐτός, ὡς ἐπίστασαι μόνος. | |
Ἀλλʹ ὦ βραχίων δεξιᾶς ἀκηράτου, | |
Τὸν ταῦτα χειρὸς ἔργα νῦν καλλιγράφου, | |
Δείξαντα καὶ προθέντα κοινὴν εἰς χάριν, | |
Σώζειν καταξίωσον οἷς οἶδας τρόποις. |
Last modified: 2019-05-22.