Occurrence 16931
(formerly occ/38)

༶ ἴσως βλέπων τις τήνδε τὴν σοφὴν βίβλ(ον):
πολυτελῶς μὲν ἐντὸς ἠγλαισμένην·
παγκοσμίως δʹ ἔξωθεν ὡραισμένην;
ἐγκαλέσειε τῶι πόθω τετευχότι·
μάλιστα δʹ ὄντι καὶ μοναστῆ τὸν τρόπον·
ὡς δὴ περιττὰ ταῦτα κακίζειν θέλων·
τί γὰρ τυχὸν φράσειε χρυσὸς εἰς βίον· ||
καὶ λεπτότητες ὑμένων καὶ γραμμάτων·
καὶ χρυσομορφόγραφος αὐτῶν ἰδέα·
ἐξ ἀργύρου τὲ κλεῖθρα κεχρυσωμένα·
καὶ φαιδρόμορφον ἄμφιον τοῦ βιβλίου.
ὄνησιν εἰσφέροιεν εἰς ἀσκουμένους·
ἀλλʹ ἄν περ ἦ τέλειος ὃς ταῦτα βλέπει,
οὐ στήσετέ γε μέχρι τῶν ὁρωμένων·
οὐδ’ εγχρονίσει τῆ κάτω θεωρία· ||
κἀν οὐκ ἀπεικὸς τὸν μέγαν ὑμνογράφ(ον)·
τὸν πάνσοφον νοῦν καὶ καθωραισμένον·
καὶ τοῖσδε κοσμεῖν τοῖς ὑλικοῖς ἐκ πόθ(ου)·
ἀλλʹ ἧ μὲν ἐχρῆν θαυμάσει και τὰς ὕλας·
ὡς κτίσμα καὶ ποίημα τοῦ παντεργάτου·
ὃς πάντα ποιεῖ πανσθενῶς καῖ πανσόφ(ως):
ἄργυρον ἐκ γῆς ὑμένας δʹ ἐκ ποιμνίων·
ἐκ δʹ αὖ γε σηρῶν καῖ βαφῆς θαλαττίας, ||
ὕφασμα λαμπρόμορφον ἠγλαισμένον·
ὅλον δὲ τὸν νοῦν ἐμβαθύνας τοις ἔσω·
τοῦς ψυχοκερδεῖς θηράσω μόνον λόγους·
καὶ ταῖς προσευχαῖς ἐνδιατρίψει πλέον,
τρυγῶν ἀληθῶς ψυχικὴν σ(ωτη)ρίαν·
καῖ τῆν ἄνω φέρουσαν ἀπλανῆ τρίβον,
εὐθυβόλωι μάλιστα βαδίζων τάχει ༶
Type(s) [4032] Ἴσως βλέπων τις τήνδε τὴν σοφὴν βίβλον (30 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1078
Manuscript OXFORD - Bodleian Library - Clarke 15 [1078]
Place in Manuscript f. 7v-9r
Person(s)
Patron
Markos (11th c.) (monachos)
Palaeographical information Written in epigraphic majuscule.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Subject(s) Psalter
Bibliography
Number of verses 30
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/16931
Last modified: 2021-04-12.