Type 7132
(formerly typ/5019)
Ὀππιανὸς ὁ ποιητὴς Κίλιξ μὲν ἦν τὸ γένος | |
ἐκ λαμπροτάτης πόλεως Ναζάρβου καλουμένης, | |
τρισευδαιμόνων γεγονὼς περιφανῶν γονέων, | |
Ἀγησιλάου μὲν πατρὸς μητρὸς δὲ Ζηνοδότης, | |
σοφίας ὄντος τοῦ πατρὸς ἔμπλεω καὶ παιδείας | |
τῆς μείζονος καὶ μάλιστα καὶ τῆς ὑψηλοτέρας. | |
ἤκμαζε δ’ οὖν ἐν τοῖς καιροῖς τοῦ κράτορος Σεβήρου, | |
Σεβήρου τοῦ γεννήσαντος τὸν Μάρκον Ἀντωνῖνον. | |
οὗπερ ἐπιδημήσαντος τοῖς τῶν Κιλίκων ὅροις | |
—ἔθος γὰρ ἦν ἐπικρατοῦν τότε τοὺς μοναρχοῦντας, | |
ἁπάσας περιέρχεσθαι τὰς ὑπ’ αὐτοὺς συχνάκις, | |
ἵν’ ἀνορθοῖντο παρ’ αὐτῶν, ἂν ὑποσκάζωσί τι—, | |
καὶ συρρυέντος εἰς ταὐτὸ γένους παντὸς Κιλίκων | |
πρὸς τὴν ἐκείνου προπομπήν, καὶ πάντων ὑπαντώντων, | |
ὁ μέγας Ἀγησίλαος ἐλέλειπτο καὶ μόνος· | |
βίβλοις καὶ γὰρ ἐσχόλαζε νύκτωρ καὶ μεθ’ ἡμέραν | |
θηρώμενος τὰ κάλλιστα πάντων τῶν μαθημάτων, | |
καὶ σκυλακεύων τὸν υἱὸν ἐς τὰς ὁμοίας θήρας. | |
θυμοῦται τοίνυν ὁ κρατῶν, μετάπεμπτον ποιεῖται | |
τὸν τῆς σοφίας ἐραστήν—ὕβριν καὶ γὰρ ἡγεῖτο | |
τὸ μὴ καὶ τοῦτον προπομπὸν ἐκείνου καθεστάναι—, | |
καὶ τίθησιν ἐξόριστον εἰς τὴν Μελίτην νῆσον, | |
ἣν ἀμφικλύζει πέλαγος εὐρυχανδὲς Ἀδρίου. | |
ἔνθα συνὼν Ὀππιανὸς αὐτῷ τριακοντούτης | |
τὴν τῶν ἰχθύων ἔγραψεν ἄγραν τὴν ἐναλίαν, | |
τὴν τῶν θηρίων μετ’ αὐτήν, εἶτα τὴν τῶν ὀρνέων | |
σὺν ἄλλοις πλείοσι, λεπταῖς καὶ βραχυτμήτοις βίβλοις, | |
ὧνπερ κατεκαυχήσατο χρόνος ὁ πανδαμάτωρ, | |
τούτων τῶν δύο τέλεον φεισάμενος καὶ μόνων | |
τῶν εἰς τὰ κυνηγέσια καὶ πρὸς τὴν ἐναλίαν. | |
ἐπεὶ δ’ εἰς Ῥώμην ἀναχθείς, τὴν πρεσβυτέραν Ῥώμην, | |
τῷ βασιλεῖ συνήντετο Ῥωμαίων Ἀντωνίνῳ | |
—ὁ γὰρ Σεβῆρος ᾤχετο γῆθεν λιπὼν τὸν βίον—, | |
καὶ βίβλους ἐνεχείρισεν αὐτῷ τὰς πονηθείσας, | |
τοσαύτην τὴν ἀγάπησιν ἔσχε πρὸς βασιλέως, | |
ὡς κελευσθῆναι ζήτησιν τὴν πρὸς θυμῶν ἐκφῆναι, | |
ὁ δὲ ζητεῖ τὴν τοῦ πατρὸς καταγωγὴν ἐκ νήσου, | |
κατευστοχεῖ τοῦ θελητοῦ, λαμβάνει τὸν γενέτην, | |
ἀπαριθμεῖται καὶ χρυσὸς αὐτῷ πρὸς βασιλέως, | |
ἑνὸς στατῆρος ὤνιον ἕνα τιθέντος στίχον. | |
καὶ ταῦτα μὲν ἐνταῦθά μοι στήτω τοῦ πρόσω δρόμου· | |
τὰ γὰρ πολλὰ παρίημι μῆκος ἐκφεύγων λόγου, | |
ὅτι τεθναίη σὺν πατρὶ στραφεὶς ἐν τῇ Ναζάρβῳ, | |
λοιμώδους νόσου καὶ φθορᾶς τὴν πόλιν βοσκηθείσης, | |
ὅτι θανόντος ἄγαλμα πολυτελὲς ὁ δῆμος | |
ἔστησαν ἐπιγράψαντες ἔπαινον ἐλεγείοις, | |
ὅτι τυγχάνει προσφυῶς πᾶνυ τοι γνωματεύων, | |
τὰ πράγματα δ’ ὑπόψια δείκνυσι παραβάλλων, | |
καὶ τελευταῖον ὡς πολὺ τὸ λεῖον ἐν τοῖς λόγοις, | |
ὃ τοῦ σαφοῦς σκευαστικὸν οἷά περ ἄνθος ἔχει, | |
ἠδ’ οἶδε τὴν πυκνότητα τὴν τῶν ἐνθυμημάτων, | |
ὃ δυσχερὲς τοῖς ῥήτορσι καὶ παντελῶς ἐργῶδες. |
Title(s) | Κωνσταντίνου τοῦ Μανασσῆ γένος Ὀππιανοῦ διὰ στίχων πολιτικῶν ἐμμέτρων. |
Text source | A. Colonna 1964, De Oppiani vita antiquissima, Bollettino del Comitato per la preparazione dell'Edizione Nazionale dei classici greci e latini, 12, 32-40: 38-39 |
Editorial status | Critical text |
Genre(s) | Author-related epigram |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | Pseudo-Oppian of Apameia < Syria (3rd c.) |
Tag(s) | |
Bibliography | |
Number of verses | 52 |
Occurrence(s) |
[26586] Ὀππιανὸς ὁ ποιητὴς κίλιξ μὲν ἦν τὸ γένος
[1151-1200]
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 479 (coll. 881) [1001-1025] (f. 66v-68v) (8 verses) |
Identification | Vassis ICB 2005, 540: "Const. Manasses, Vita Oppiani" |
Permalink | https://www.dbbe.ugent.be/types/7132 |
Last modified: 2019-08-13.