Type 6705
(formerly typ/4605)
Ἄναξ χειραγώγησον πρὸς σειράν με τῶν σῶν ὕμνων. | |
Βασιλεὺς ἦσθα πρὸ πάντων ὁ αὐτὸς τ' ἐν ὑστέροις. | |
Γαῖάν τε κατῆλθες τὸν παλαιὸν ἄνθρωπον σῶσαι. | |
Δαλὸς ἐκ τῆς νηδύος ὡς ἐξῆλθες τῆς Παρθένου, | |
Ἔδυς εἰς Ἱερουσαλὴμ διδάξαι τοὺς ἀνόμους. | |
Ζαφλεγὴς τοῖς ἐν σκότει ἐπεφάνης καθημένοις. | |
Ἡδονὴν ἁμαρτωλοὺς ἐκκαλέσαι κεκτημένος. | |
Θεηγόρους δ' ἐποίησας παῖδας τῶν ἁλιέων. | |
Ἰατρὸς ψυχῶν ἐδείχθης καὶ σωμάτων σωτηρία. | |
Ἰησοῦς τε ἀνεδείχθης ἡ πάντων σωτηρία. | |
Κατάρδεις τὴν αἰώνιον τοὺς προστρέχοντας ζωήν. | |
Λίαν πρὸς τὴν σὴν τάχιστα δ' ἀνάξαις βασιλείαν. | |
Μαμμωνᾶν τε ἀπεδίωξας τὸν υἱὸν τοῦ σκότους. | |
Νουνεχῶς τε ταῦτα εἰδὼς πεποίηκας ὡς πάντα. | |
Ξόανα κατέθλασας τὰς τῶν Ἑλλήνων τε θεάς. | |
Ὁμοφροσύνην δέδωκας εἰς πάντας τοὺς ἀνθρώπους. | |
Παλιγγενεσίαν ἔθηκας σὺ ἡμῶν τῷ γένει. | |
Ῥῶσιν πᾶσιν τοῖς ἀνθρώποις ἔδωκας κἀμοί, σῶτερ. | |
Σαφηνῶσι τοὺς θείους λόγους ἐν τῇ ἐκκλησίᾳ. | |
Τὰ δέοντα δ' ἢν πράττωμεν μεγάλως δοξασθῶμεν. | |
Ὕμνοις τε καὶ ἐγκωμίοις δοξάσωμεν τὸν Θεὸν. | |
Φαεινοὶ φαινώμεθα καὶ καθαροὶ τῇ καρδίᾳ. | |
Χθαμαλοὶ γενώμεθα, ὥσπερ ἡ Λαῒς ἐκείνη. | |
Ψάλωμεν ἀφθόνως πάντες Χριστὸν τὸν ζωοδότην. | |
Ὢ συγκαταβάσεως καὶ μεγίστης εὐσπλαγχνίας. |
Text source | P. Mastrodimitris 1971, Γεώργιος Τριβίζιος (πρὸ τοῦ 1423-1485) κωδικογράφος τοῦ Βησσαρίωνος καὶ ἱερεύς τῶν ἐν Βενετίᾳ Ἑλλήνων, Θησαυρίσματα, 8, 49-62: 62 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | Jesus Christ (10 BC-1 BC - 30-33) |
Tag(s) | Prayer |
Bibliography | |
Number of verses | 25 |
Occurrence(s) |
[25120] Ἄναξ χειραγώγησον πρὸς σειράν με τῶν σῶν ὕμν(ων)
[15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 2803 [15th c.] (f. 221r-222r) (25 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 43: "Georg. Tribizias, Ad Christum sec. alphabetum" |
Permalink | https://www.dbbe.ugent.be/types/6705 |
Last modified: 2020-08-07.