Type 6690
(formerly typ/4592)
(...) οις τε (και) διδασκάλοις, | |
τῷ Χρυσοστόμῳ πατρί τε και Βασιλείῳ | |
δῶρον προσῆξα ταύτην μετὰ ταφήν μου | |
τῇ πανυπεράγνῳ δεσποίνῃ καὶ Θεοτόκῳ | |
τῇ Μακρινιτίσσῃ τε Ὀξείᾳ Ἐπισκέψει, | |
ἣν ἐκ βάθρων ἤγειρα εὐσεβοφρόνως. | |
Παρακαλῶ γοῦν καὶ μέγα κάμπτω γόνυ | |
εἰ Μακαρισμοῦ τυγχάνειν τοῖς προσιοῦσι, | |
τρυφὴν γὰρ ὄντως νέκταρος ἡδυτάτου, | |
ψυχὰς ἀποσπᾷ τοῦ βόθρου τῶν πταισμάτων, | |
Νεῖλος μοναχὸς ἀχρεῖος ῥακενδύτης, | |
Μαλιασσηνὸς Κομνηνάγγελος Δούκας, | |
Βρυέννιος τὸ γένος ἐκ τῶν αἰμάτων | |
Μακρινιτίσσης εὐκλεοῦς μονῆς. |
Last modified: 2022-02-23.