Type 6669
(formerly typ/4566)

Ἄθυρμα σεμνότητι συγκεκραμένον
ἔπαιξα τοῦτο τῇ σοφῇ βασιλίδι,
μικρὸν παρηγόρημα μακροῦ καμάτου,
οὗ πεῖραν αὐτῇ προὐξένησαν πλησμίως
πρὸ βραχέος μὲν καὶ πρὸ τούτου τοῦ χρόνου
οἱ παρασάγγαι τῶν ὁδῶν καὶ τὰ πλέθρα
ἐσύστερον δὲ καὶ δριμυτάτη νόσος
γλουτῷ κατασκήψασα τῷ πρὸς ἰσχίῳ.
Οὔκουν τὸν ἐκτὸς συρφετὸν βλέποντί τῳ
τὴν ἔνδον εὐπρέπειαν ἀτιμαστέον.
Καὶ χρυσίον γὰρ οὐ περιφρονητέον,
ἂν ἄρα τοῦτο φυλακῆς ψιλῆς χάριν
βαλάντιον σκύτιον ἔνδοθεν στέγῃ.
Καὶ τί χρεὼν χρᾶσθαί με συμβόλοις νόθοις,
ἐξὸν τὸ παράδειγμα λαβεῖν ἐγγύθεν;
Καὶ σὺ γὰρ ἡμῖν, ὀλβιωτάτη γύναι,
μόσχευμα και κήπευμα τῶν ἀνακτόρων,
ἀνάκτορον δὲ γνώσεως καὶ τοῦ λόγου,
Μουσῶν Ἑλικών, ἑρμοκίνητε λύρα,
πρηστήριος νοῦς καὶ κατάπτερος φύσις,
τῶν ἀρετῶν σύμφρασις, ὅρμε χαρίτων,
γυναιξὶν ἐμπρέπουσα ταῖς θηλυτέραις
καὶ τὰς φρένας νικῶσα τὰς τῶν ἀρρένων,
–ἢ καὶ τί τὰ πρόδηλα μηκύνειν δέον;–
τὰ μὲν κατ' ὄψιν καὶ κατ' αἴσθησιν μόνα
οὐκ εὐτελῆ μέν, οὐδὲ ταῦτα, πλὴν ὅσον
τὸ τῆς στολῆς μέλασμα συμπείθειν ἔχει.
Ἀλλ' εἴ τις ἔνδον παρακύπτει καὶ βλέπει,
τὴν δαυϊτικὴν ὄψεται θυγατέρα,
ἧσπερ τὸ συμφόρημα τῆς δόξης ἅπαν
τὸν ἔνδον οἰκεῖ καὶ μυχαίτατον δόμον.
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Patron-related epigram
Person(s)
Poet
Theodore Prodromos (12th c.) - PBW: Theodoros/25001/
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s) Dedication
Bibliography
Number of verses 31
Occurrence(s) [25026] ἄθυρμα σεμνότητι | συγκεκραμ(ένον)
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 2556 (f. 85v-86r)
(31 verses)
Acknowledgements
Identification Vassis ICB 2005, 17: "Theod. Prodromus, Versus textum schedographicum concludentes"
Permalink https://www.dbbe.ugent.be/types/6669
Last modified: 2021-09-03.