| Ἔργον ποθήσας προσφιλὲς τῷ δεσπότῃ |
| ἔσπευσα νῦν κτήσασθαι τοῦτο σὺν τόνῳ, |
| Ψαλτήριον, το θαῦμα τῶν λογογράφων, |
| λάλημα και καύχημα των μονοτρόπων, |
| δόξαν προφητῶν, μαρτύρων, ἀποστόλων |
| εὐχῆς τε πάσης, πρόξενον σωτηρίας, |
| τῶν ἀγγέλλων ὕψωμα πρὸς Θεοῦ θρόνον, |
| τῶν δαιμόνων κάθειρξιν εἰς ᾅδου ζόφον, |
| μειοῦν κακίαν, ἀρετὴν δ' ἐπαυξάνον, |
| ῥαθυμίαν διῶκον ὡς προθυμίαν, |
| καλῶν ἁπάντων προξενοῦν γεννήτριαν. |
| Πολλὴ χάρις σοι, παντοποιὲ Χριστέ μου, |
| τῷ δόντι μοι κτήσασθαι τήνδε τὴν βίβλον |
| εἰς ἐξίλασμα τῶν ἐμῶν ἁμαρτάδων, |
| εἰς ἐργασίαν σῶν καλῶν προσταγμάτων· |
| ὧ παράτεινον σὸν ἔλεος, οἰκτῖρμον, |
| κράζοντι πυκνῶς ἐξ ἐνθέρμου καρδίας |
| "Ἅγιος, ἅγιος, ἅγιος εἶ, Θεὲ Σαβαώθ, |
| ὁ ὢν καὶ μένων καὶ τεκτονήσας κόσμον! |
| Πάτερ, Υἱὲ καὶ τὸ ἅγιον Πνεῦμα, |
| δόξα σοι, δόξα καὶ σέβας σοι πρέπει!" |