Type 6042
(formerly typ/4025)
Πάλιν δ’ ὁ Πρόκλος ἐξαποπτύει λόγους. | |
Ἐρεύγεται δὲ κομπασίφρονα ζάλην, | |
Θέλων διδάσκειν τῆς ἀλίμου τὸν τρόπον. | |
Ἀλλ’ οὐδὲν εἰδὼς ἀφριᾷ μάτην γράφων. | |
Ἀλλ’ αὐτὸς εἰπεῖν καὶ διδάσκειν καὶ γράφειν | |
Ἄκων προῆγμαι τοῖς κενοῖς τούτου κρότοις. | |
Σκίλλης τὸν ὄγκον, καὶ μαλάχης τοὺς κλάδους | |
Τεμὼν ἐν ὅλμῳ, συγκεράσας καὶ μέλι, | |
Καὶ σπῶν τι βραχὺ πρὸς τροφὴν τῶν μιγμάτων | |
Οὐκ ἂν πτοηθῇς τοῦ λιμοῦ τὸ πυρφόρον, | |
Εἰ συγκεράσαις ἀκριβῶς καὶ πρὸς τέχνην. | |
Εἰ δ’ οὐ, πρὸς Ἅιδην οὐ βραδὺς φανῇ τρέχων. | |
Σκίλλα γὰρ οἶδε τοὺς ἀτέχνους ὀλλύειν. | |
Εἰ δ’ αὐτὸν ἰὸν ἐξενέγκῃς ἐντέχνως, | |
Βράττων ἱκανῶς ἐν χύτραις μεθ’ ὑδάτων, | |
Ἔπειτα τερσήνειας αὐγαῖς ἡλίου, | |
Τεμών τε λεπτὰ συμφυράσαις σησάμῳ, | |
Μέλι τε μίξαις, καὶ τὸ μήκωνος δάκρυ | |
Πρὸς σταθμὸν, ὃν χρὴ, καὶ ποσὸν, καὶ πρὸς μέτρον, | |
Ὅπερ γινώσκων ἀκριβῶς, οὐχὶ γράφω, | |
Σμικροῖς ἐν ὄγκοις ἱκανὸν θρέψαις ὄχλον. |
Editorial status | Not a critical text |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | Reference to content of the book |
Bibliography |
Bibliography category to be determined T. Gaisford, 1823, Poetae minores Graeci. Scholia ad Hesiodum. (vol. 2), Leipzig: 65 |
Number of verses | 21 |
Occurrence(s) |
|
Identification | Vassis ICB 2005, 591: "Ioann. Tzetzes, Scholium in Hesiodum (Op. 780)" |
Permalink | https://www.dbbe.ugent.be/types/6042 |
Last modified: 2019-08-14.