Type 5988
(formerly typ/3981)
| Ἐκ τῶν ἰάμβων συντεθεὶς σοφωτάτως | |
| τοῦ γραμματικοῦ καὶ σοφοῦ <διδασκάλου ?>. | |
| Ἡ πυκτὶς ἥδε τῶν σοφῶν ἀνακτόρων | |
| πανευσεβῆ δόγματα καὶ νόμους ἔχει | |
| ἀρχῆς δ' ἀπ' ἄκρης ἀλφαβήτου τὴν θέσιν | |
| ἀφ' ὧν τὸ καθέκαστον εἰσφέρει γράμμα, | |
| τίτλους κεφαλαίων τε καὶ δικῶν κρίσεις, | |
| καὶ τῶν νεαρῶν ἐκλογὰς βασιλέως | |
| Λέοντος υἱοῦ τοῦ κυροῦ Βασιλείου, | |
| ὃς τῆς φυλῆς ὥρμητο τῶν Μακεδόνων· | |
| αὖθις μετ' αὐτὰς Ῥωμανοῦ τοῦ δεσπότου | |
| τοῦ Λακαπηνοῦ τοῦ γέροντος τοῦ χρη<στοῦ>· | |
| πρὸς ταῖς δὲ πάλιν τοῦ κυροῦ Κωνσταντίνου, | |
| ὃς πορφύραν ἔσχηκεν γένναν αἰσίαν· | |
| ἔτι γε Φωκᾶ τοῦ κυροῦ Νικηφόρου, | |
| σὺν αἷς Βασιλείου τε βλαστοῦ πορφύρας, | |
| καὶ πατριαρχῶν εὐσεβοῦς Σισιννίου· | |
| Ῥοπὰς δὲ πάλιν ἀπὸ τῆς πρώτης λέγω | |
| ἄχρις ἑκατὸν τῶν χρόνων πληρουμένας | |
| καὶ τὰς ἀγωγὰς φημὶ δεστιανίβους. | |
| Ἐν τῷ τέλει δὲ τῶνδε τῶν θείων νόμων | |
| καὶ λέξεων μάλιστα λεξικὸν φέρει | |
| τῶν ῥωμαϊκῶν ῥημάτων ἅπαν γρῖφον | |
| σαφὲς καθιστῶν τῷ νόμους ἠσκημένῳ, | |
| οὓς νουνεχῶς τις <καὶ ?> προθύμως σὲ μάθῃ, | |
| οὔπω σκολιοῖς προσκυρήσει τ(...)ω. |
Last modified: 2025-11-13.
