Type 5875
(formerly typ/3899)

Ἄνευ ὕλης γράφουσι καὶ τοὺς ἀγγέλους,
τὶ καινὸν εἰ γράφουσι καὶ σὲ ταῖς ὕλαις;
Εἰ οὐχὶ καὶ πτέρυγας ἀγγέλων φέρεις.
Μάλιστα νικᾷς ἐξ ὕλης τοὺς ἀγγέλους·
ᾧ πνεῦμα καὶ νοῦς καὶ λόγος πρὸ τοῦ τέλους·
μετὰ τέλος πάλιν δὲ πνεῦμα, νοῦς, λόγος·
ἔλυτρον εἶχες ἐν βίῳ τὸ σαρκίον·
καὶ νῦν πάλιν ἔλυτρον αὐτοῦ τὸν τύπον·
σκιὰν σκιᾶς ἔγραψας, ὦ χαρτογράφε·
σκιὰ γὰρ ἦν τὸ σῶμα Χρυσοστόμου
λεπτυνθὲν (...)
καὶ θαῦμα τοῦτο πῶς σκιὰν σκιᾶς [γράφεις].
Text status Text partially unknown
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Subject(s) John Chrysostom (saint)
Tag(s) Praise of the author
Bibliography
Number of verses 12
Occurrence(s)
Related type(s) [5388] Ἄν ἐξ ὕλης γράφωσι καὶ τοὺς ἀγγέλους (4 verses)
Acknowledgements
Permalink https://www.dbbe.ugent.be/types/5875
Last modified: 2021-02-04.