Type 5841
(formerly typ/3861)
Βάτε, κλίμαξ, γέφυρα, τοῦ Θεοῦ πύλη, | |
κλίνη, κιβωτός, τιμία λαβίς, πόκος, | |
πάγχρυσος παστὰς καὶ πυρίμορφος θρόνος. | |
Ἄρουρα βλαστήσασα τὸν ζωῆς στάχυν, | |
ὦ πλὰξ θεοχάρακτε, Ἐδὲμ χωρίον, | |
μάννα τὸ θεῖον, ἀκατάψυκτε δρόσε, | |
τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα | |
πάσης βλάβης ῥῦσαί με τὸν σὸν οἰκέτην | |
Μιχαὴλ τὸν ταπεινὸν εὐτελέστατον λάτρην. |
Last modified: 2020-12-03.