Type 5803
(formerly typ/3826)

Ἂν τὴν κορυφὴν ἀρετῶν φθᾶσαι θέλῃς,
ἂν οὐρανῶν ὕψωμα καὶ θείους νόας,
ἂν φύσιν αὐτὴν εἰς θεὸν μεταπλάσαι.
Τοὺς ἀγάπης φίλησον ἐνθέους ὅρους·
ἢ τοὺς ἐραστὰς εἰς θαλάμους εἰσάγει
καὶ βασιλικῶς δεξιοῦται καὶ τρέφει
καὶ πάντα μυεῖ καὶ διδάσκει πανσόφως
τὰ φρικτὰ μυστήρια τῶν ξένων δόμων.
Εἰ νυμφικῶς γὰρ ἐστολισμένος ἴδοι
εὐωδίαν πνέοντας ἀρίστων τρόπων,
ὅλας ἐξ αὐτῆς ἐξανοίγει τὰς πύλας
καὶ προσκαλεῖται ταχέως εἰσιέναι
ὥσπερ Σολομῶν ᾀσματίζων προσγράφει.
Ἀλλ’ εἰ συνοικεῖν τῇ καλῇ νύμφῃ δέον,
βδελυκτέον σύμπασαν ὡς πόρνην σχέσιν,
ἥτις μιαίνει τοῦ νοὸς τὴν εἰκόνα
καὶ ῥυπαρὰν δείκνυσι πρὸς θεῖον πόθον.
Αἰσχρὸν γὰρ οὐδέν ἐστιν εἰς ψυχῆς φύσιν
ὡς ἡδοναί τε καὶ λύπαι καὶ πικρίαι
καὶ τὰ πρὸς ὀργὴν κατὰ τῶν πέλας πάθη,
ἃ δὴ παρεῖναι καὶ θεὸς πάντως θέλει.
Title(s) Στίχοι
Editorial status Not a critical text
Genre(s) Reader-related epigram
Person(s)
Poet
Matthaios of Ephesus, also known as Manouel Gabalas (PLP II 3309) (1271-1360) (chartophylax τῆς Μητροπόλεως Φιλαδελφείας, metropolites, protonotarios)
Metre(s) Dodecasyllable
Tag(s) Address to the reader
Bibliography
Number of verses 21
Occurrence(s) [23205] Ἂν τὴν κορυφὴν ἀρετῶν φθᾶσαι θέλης
LONDON - British Library - Burney 113 (f. 108v)
(21 verses)
Identification Vassis ICB 2011, 203: "Matthaeus ep. Ephesi*, In Maximi Confessoris opus de caritate"
Permalink https://www.dbbe.ugent.be/types/5803
Last modified: 2019-05-16.