Type 5790
(formerly typ/3813)
| Πέτρος κλήριξ ἔξυσε τήνδε τὴν δέλτον. | |
| Ἀναπτύσσοντες πάντες οἱ εὐσεβεῖς τε | |
| Σοφῶς ἀναπέμψατε δόξαν Κυρίῳ, | |
| Ἱλεωποιουμένοι ὑπὲρ ἐμοῦ τε. | |
| Ληΐδος τύχω κἀγὼ τῶν πρωτοτόκων, | |
| Ἐρωμένη γάρ ἐστιν ὄντως καὶ μάλα· | |
| Ἶρος γάρ εἰμι τοῖς τε ἀγαθοῖς ἔργοις, | |
| Ὅτι ταῖς ὑμῶν εὐχαῖς χάριν πιστεύω | |
| Σωῆς ἐπιτεύξομαι. Ἀμὴν· γένοιτο. |
Last modified: 2025-01-23.
