Type 5607
(formerly typ/3666)
| Κάλλιστόν ἐστὶν καὶ τερπνότατον πάνυ | |
| τὸ θεῖον ὄντος καὶ σεβάσμιον λέγω | |
| εὐαγγέλιον τούτῳ τοῦ εὐωδίου | |
| ὡς καὶ πάντες οἱ τοῦτῳ κατατρυφόντες | |
| τῆς γνώσεως μέτοχοι τῆς ἐπιστήμης | |
| ὁμολογήσουν πάντως χωρίς φθόνου· | |
| ἢ μὴ πλανώμαι ἀμυδρῶς ἐντυχόντα | |
| κατασκοπεῖν γάρ ἔχων συντεθημένων (?) | |
| καὶ τάξιν ἀρμόζοντος ἀκριβεστάτην, | |
| τῶν ἑορτῶν τὲ πάντων εὐαγγελίων | |
| σὺν τοῦτοις καὶ τῶν ἁγίων, ὅνπερ βούλῃ, | |
| τῶν καθημέραν πάντων καὶ ἐπιστημῶν | |
| ὁπόταν γὰρ τούτων εὐρήσειν θέλης· | |
| εὐαγγέλιον, ἑορτῆς ἢ ἀγίου, | |
| τοῖς κεφαλαίοις ζήτησον κατὰ πρώτον | |
| τοῖς συντεθήσειν ἐν τῷ συναξαρίῳ | |
| εὐαγγελιστοῦ φημὶ οἵου καὶ θέλῃς· | |
| καὶ ἀνωδύνως τύχεις τοῦ ποθουμένου. |
Last modified: 2020-08-10.
