Type 5477
(formerly typ/3527)

Παγκρατὲς ὦ δεκάδος μέγα δίκτυον ὦ τόσον ἕρκος
ὦ φύσις πινυτὴ μῆτις Ἀριστοτέλους·
εἰ τις ἰδεῖν σπεύσειεν ἀπείριτον ἐσμὸν ἐόντων
εἰς ἐμὲ παπταίνοι τὴν μάλα βαιοτάτην
ὠκεανὸς γενόμην φυσίχοος εἰ δ᾽ ἀπιθήσεις.
εἰπὲ· τίς ἡμετέρης οὐκ ἀλέγει δεκάδος·
σεῖο κατηγοριῶν σημάντορα μῦθον ἰάλλω
ὦ πινυτῶν ἐπέων· εὖχος ἀριστότελες:
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Elegiacs
Subject(s) Aristoteles (384 BC - 322 BC)
Tag(s)
Bibliography
Number of verses 8
Occurrence(s)
Permalink https://www.dbbe.ugent.be/types/5477
Last modified: 2019-05-22.