Type 5474
(formerly typ/3522)
Σοὶ τόνδε κἀγώ, παιδαγωγέ, προσφέρω | |
λόγοισι πλέξας στέφανον ἐξ ἀκηράτου | |
λειμῶνος, ἡμῖν οὗ παρέσχου τὰς νομάς, | |
ὡς ἐργάτις μέλιττα χωρίων ἄπο | |
βλάστην τρυγῶσα, χρηστὸν ἐκ σίμβλων πόνον, | |
κηρὸν δίδωσι τὸν γλυκὺν τῷ προστάτῃ. | |
εἰ καὶ βραχὺς δ’ ἐγώ τις, οἰκέτης γε σός· | |
δεῖ γάρ σε τοῖς σοῖς εὐλογεῖν θεσπίσμασιν· | |
ἄναξ βροτῶν μέγιστε, τῶν καλῶν δοτήρ, | |
ἐσθλῶν χορηγὲ καὶ τὸ πᾶν κτίσας πάτερ, | |
ὃς οὐρανόν τε καὶ τὸν οὐρανοῦ μόνος | |
κόσμον τέθεικας. ἁρμόσας θείῳ λόγῳ· | |
ἔδειξας αὐτὸς ἡμέραν τε καὶ φάος | |
καὶ τὸν πολοῦσιν ἄστρα νημερτῆ δρόμον, | |
εἰπών θ’, ὅποι γῆ καὶ θάλασσα προσμένοι, | |
τροπῶν τε καιρὸν εὐστόχως δήσας κύκλῳ, | |
ἔαρ τε καὶ χειμῶνα καὶ θέρος πάλιν | |
τοῦ τε μετοπώρου τάξιν ἐξηρτισμένην, | |
ὅλον τε κόσμον ἐξ ἀκοσμίας κτίσας | |
ὕλης ἀμόρφου, τόδε τὸ πᾶν κατήρτισας, | |
αὐτὸς ζωήν τε καὶ καλῶς ἀεὶ βιοῦν | |
χάριν τε τὴν σὴν ἀσφαλῶς πάρασχέ μοι | |
ποιεῖν τε τὰς σὰς καὶ λέγειν θείας γραφάς, | |
αἰνεῖν ἀεὶ σὲ καὶ τὸν ἐκ σοῦ πάνσοφον, | |
τὸν σοὶ συνόντα καὶ παρόντα σοὶ λόγον. | |
μή μοι δὲ πενίαν μηδὲ μὴν πλοῦτον δίδου, | |
τάξιν δὲ τοῦ δέοντος αὐταρκεστάτην, | |
πάτερ, παράσχου καὶ καλὸν βίου τέλος. |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | Clement of Alexandria (2nd-3rd c.) |
Tag(s) | |
Bibliography | |
Number of verses | 28 |
Occurrence(s) |
[22458] Σοὶ τόνδε κἀγώ (...)
[1451-1500]
VENICE - Biblioteca Nazionale Marciana - gr. app. XI 4 [1451-1500] ((unsure) f. 102r) (28 verses) |
Identification | Vassis ICB 2005, 679: "In Clementis Paedagogum" |
Permalink | https://www.dbbe.ugent.be/types/5474 |
Last modified: 2019-07-02.