Type 5442
(formerly typ/3493)
Χρησάμενος, παῖ, τῷ λογικῷ δικτύῳ, | |
ἐξ Ὀππιανοῦ τοῦ βυθοῦ τῶν χαρίτων | |
ἄγραν λόγων πάγκαλον ἀνείλκυσά σοι. | |
Ἐγὼ γάρ, ἵνα μὴ πάθῃς ἀηδίαν, | |
λαμπρὰν κατεσκεύασα τὴν πανδαισίαν· | |
ἐκ νουθετημάτων γὰρ ὡς ἀρτυμάτων | |
ἄνωθεν αὐτὴν κατὰ πάντων σοὶ φέρω. |
Last modified: 2019-08-13.