Type 5305
(formerly typ/3351)
| Τὸν ὄγδοον γνοὺς καθαρὸν πεφυκέναι | |
| καὶ καθαρῶν χρῄζοντα τῶν μετὰ βίον | |
| ἡ χρυσογλωττόφωνος ἡ θεία λύρα | |
| τοῦτον δεκαπλοῖ τοῖς καθαρσίοις λόγοις· | |
| βροτοὺς καθαίρων καὶ τελειῶν ἐξόχως· | |
| σύστασιν ἐν τέσσαρσιν ὡς κεκτημένους, | |
| καθὼς νοεῖν δίδωσιν ἐξ ὧν γεγράφει | |
| πρὸς τοῖς ὀγδοήκοντα τεσσάρων λόγων, | |
| τὴν παρθενικὴν ἐκδιδασκόντων χάριν. |
Last modified: 2025-01-23.
