Type 5086
(formerly typ/3146)

Ἐβράδυνας πρόμαχε, θερμὲ προστάτα
φρουρὰ φέρει με, καὶ στενοῦμαι και στένω
ἡ γλῶττα σιγᾶ, καὶ παιδεῖται τὸ σῶμα
πόδες καὶ γόνανατα, καὶ δεσμῶν δύχα
τίς ταῦτα καὶ κακούργος, ὑπήναγκέ που
ἢ δόγμα θεῖον τούτο, καὶ θεοῦ κρίσις
εἰς μετρίαν κάθαρσιν, ἀπείρον σπίλων
ὅντως θεοῦ πύρωσις, ἡμῶν οἵ πόνοι
πλὴν πρὶν τὰ κώμεν, πρὶν φθαρῶμεν εἰς τέλος
σύνηθες ἔργον, οὐδὲ γὰρ ξένον δράσεις
ἵστασω τῶ κρατούντι, καθύπνους πάλιν
ὕπαρχον ἀδικοῦντα, κατόναρ φόβει
καὶ συμφορῶν πέλαγος, ἡμῖν ἐρρύει
καὶ φίλος οὐδεῖς, οὐδὲ πρὸς θέαν μόνην
ἡ χεὶρ ἀπρακτεῖ· καὶ κρατεῖσαι τοῦ γράφειν
εἰς κτῆσειν οὐδὸν, οὐχ υπερβαίνουσί μου
ἀφήκεν ἡμᾶς, ἡ Νικόλαος χάρις
κάμινον ἡμῖν, ἐξαναφθῆναι πόνον
καὶ τοῦ κριτοῦ κυροῦντος, ἀργεῖ πᾶς λόγος
καὶ πρὸσκυνοῦμεν, τὴν σοφὴν ταύτην κρίσιν
τὴν σὴν δρόσον στάλαξον, ἡμῖν ὑψώθεν
ψῆφον λύων ἄδικον, εἰρκτῆς ἐξ ἄγαν
καὶ τὸ δράμα γνώριζε, τῆς κακουργίας
καὶ τὸν σὸν οἰκέτην με, τῆς φρουρὰς ῥύον.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Nicholas of Myra < Lycia < Asia Minor < Turkey (saint) (4th c.)
Tag(s) Reference to content of the book
Bibliography
Number of verses 24
Occurrence(s) [21843] ἐβράδυνας πρόμαχε, θερμὲ προστάτα
SINAI - Mone tes Hagias Aikaterines - gr. 1121 (f. 287r-287v)
(24 verses)
Identification Vassis ICB 2005, 162: "Ad s. Nicolaum"
Permalink https://www.dbbe.ugent.be/types/5086
Last modified: 2019-09-03.