Type 4900
(formerly typ/2955)

Ὦ πάνυ λαμπρὰ καὶ σοφή, τέκνον, φύσις,
ἄγαλμα παντὸς ψυχικοῦ κάλλους γέμον,
ἐν τοῖς ἀγαθῶν οὐ τελεσφόροις χρόνοις,
ἐκ γῆς ἀνασχὼν τῷ χορῷ τῶν μακάρων·
ἦλθες θεωρὸς τῶν σεμνῶν, οἴμοι, τόπων,
ἐμοί τε πατρὶ δυστυχεῖ τιμὴν νέμων,
τὸ συμμετασχεῖν καὶ πανυστάτων πόνων,
καὶ ἡρπάγης, φεῦ, ἐξ ἐμῶν χειρῶν μέσων,
καὶ πάνθ' ὁμοῦ λέλοιπας, ἐν οἷς εὐτύχεις,
γονάς, τροφάς, παίδευσιν, ἐν λόγοις κράτος,
καὶ παντοδαπῶν πλησμονὴν μαθημάτων,
φρόνησιν, ἐμβρίθειαν ἠθῶν καὶ τρόπων,
φρόνημα, βλέμμα, φθέγμα καὶ ποδῶν βάσιν,
γέμοντα πρᾳότητος, ἡδονῆς πλέα,
καὶ πᾶσαν ἁπλῶς ἠθικὴν συμμετρίαν·
ἀφῆκας οἰκτρὰν μητέρα ῥακενδύτιν,
σοὶ ζῶσαν, ἐμπνέουσαν ἐκ σοῦ γε μόνου,
κἀμὲ πρὸς αὐτῇ, τληπαθῆ μητρὸς κάσιν.
Αὔχημα δήπου τῆς βροτῶν θνητῆς τύχης,
ὡς ὄχλον ἐξέρριψας, ὡς ἄχθος μέγα.
Τὸν σύντροφόν σοι τοῦ Θεοῦ πιστὸν φόβον,
λαβῶν ὁδηγὸν καὶ συνέκδημον μόνον,
καὶ σωφρονικὴν ἐντελοῦς ζωὴν χρόνου·
τετράκις ἠνύσθη γὰρ ἕκτος σοι κύκλος,
Θεοῦ καλοῦντος, εὐσεβεῖ κλείεις τέλει.
Καὶ νῦν ἀληθῶς εὐτυχεῖς ὁ γεννάδας,
καὶ τοῖς ἀεὶ μένουσι τερπνοῖς ἐμπρέπεις·
νῦν ζῇς ἀληθῶς, νῦν μετ' ἀνδρῶν ἐμφρόνων,
ἐν ταῖς πατρικαῖς εὐπαθεῖς πανδαισίαις·
σκιαὶ δὲ ἡμεῖς, καὶ παθῶν σαφὴς ὄχος,
συγχαίρομέν σοι τῆς καλῆς μετοικίας·
ζῶμεν δὲ λυγρῶς, φιλτάτου στερούμενοι·
ἀλγεῖ δὲ καὶ πᾶς, ᾧ τἀγαθοῦ τις λόγος·
ἀλλ' ὦ Θεοῦ δώρημα τῇ κλήσει πρεπον,
ἔμπης συνέργου, πρὸς Θεὸν πρέσβυς ἔσο,
κἂν μὴ γέγραψαι τοῖς στρατηγοῖς συγγράφῃ
ἧλιξ γὰρ αὐτῶν, καὶ λαμπρὸς καὶ ὁπλίτης.
Γεννάδιός σοι ταυτὶ δακρύων ᾄδω,
ἀλιτρός, οἰκτρός, εὐτελὴς Θεοῦ λάτρις.
Text source L. Petit, X. Siderides, M. Jugie, 1935, Oeuvres complètes de Gennade Scholarios. Polémique contre Pléthon - Oeuvres pastorales, ascétiques, liturgiques, poétiques - Correspondance. Chronographie (vol. 4), Paris: 380-381
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Person(s)
Poet
Gennadios II Scholarios (1400-1405 - 1472) - RGK: I.71, II.92, III.119 - VGH: 84.D - PLP: XI.27304 (patriarches of Konstantinoupolis < Turkey)
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Bibliography
Number of verses 39
Occurrence(s) [21553] Ὦ πάνυ λαμπρὰ καὶ σοφή, τέκνον, φύσις [15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 618 [15th c.] (f. 1r)
(39 verses)
Acknowledgements Information on the type courtesy of Krystina Kubina.

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 890: "Gennadius Scholarius, Epitaphium in Theodorum Scholarium Sophianum"
Permalink https://www.dbbe.ugent.be/types/4900
Last modified: 2021-11-10.