Type 4771
(formerly typ/2835)

Δεύτερα ταῦτα πάλιν θεοκηρύκων ὄχ' ἄριστος.
Βροντῆς υἱὸς Ἰωάννης τάδε Χριστιανοῖσιν.
Θεῖος Ἰωάννης τάδε δεύτερα τοῖς προτέροισιν.
Ἄλλα πάλιν τρίτα ταῦτα περικλυτὸς Ἰωάννης.
Ἄλλος ἀδελφόθεος τάδ' Ἰούδας εὐσεβέεσσιν.
Ἀνδράσι Ῥωμαίοισι μέγας τάδε γέγραφε Παῦλος.
Ταῦτα χαράττει Παῦλος ναιετάουσι Κόρινθον.
Ταῦτα Κορινθείοις πάλιν θείου παρὰ Παύλου.
Παῦλος ἐπιστέλλει τάδε βαιὰ Φιλήμονι πιστῷ.
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Text-related epigram
Metre(s) Dactylic hexameter
Subject(s) Paul (apostle, saint)
Tag(s)
Comment This label, however, refers only to the first verse.
Bibliography
Number of verses 9
Acknowledgements
Identification Vassis ICB 2005, 141: "In Petri epistulam secundam"
Permalink https://www.dbbe.ugent.be/types/4771
Last modified: 2021-02-04.