Type 4767
(formerly typ/2830)

Εἰς πᾶσαν τὴν γῆν, ὡς Δαυὶδ ψάλλει γράφων,
ἀποστόλων ὁ φθόγγος ἐξῆλθε τρέχων.
Πάντα σχεδὸν τὸν κόσμον ἡ βίβλος φέρει.
Τίς γὰρ θεωρῶν εἰς τὸ βάθος τῶν λόγων
τὸ σχῆμα τῆς γῆς οὐ δοκεῖ περιτρέχειν,
ὅσον κατέσχον τῶν γραφῶν τῷ δικτύῳ
οἱ ψυχοκερδεῖς ἁλιεῖς τοῦ δεσπότου;
Πλὴν ἀλλὰ τῆς γῆς εὑρέθη πλατύτερον
τοῦ βιβλίου τὸ χρῆμα, κἂν συνεστάλη·
τοὺς γὰρ λογισμοὺς οὐρανοὺς ἔνδον φέρει
βροντὰς νοητὰς ἀφιέντας τῇ κτίσει,
δι' ὧν ὁ τῆς χάριτος ὄμβρος ἐρρύη
παύων τὸν αὐχμὸν τῶν παθῶν καὶ τὴν πλάνην,
οὐκοῦν τοσοῦτον ὄλβον ἐν κόλποις φέρων
οὐ κατὰ παντὸς εὐπραγοῦντος κομπάσων.
Title(s) Ἐπίγραμμα εἰς βίβλον τῶν ἁγίων ἀποτόλων
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Bibliography
Number of verses 15
Identification Vassis ICB 2011, 214: "In librum Actuum Apostolorum"
Permalink https://www.dbbe.ugent.be/types/4767
Last modified: 2016-09-09.