Type 4604
(formerly typ/2681)

Τρὶς ἐκδεκαπλάσιον ἐξαπλουμένας
καὶ τριακοστοὺς ἐκ μιᾶς ἀπλουστάτης
εἰπεῖν δ' ἔνεστιν οὐκ ἐλαχίστη σύ γε.
(...)ώμαις ἐν ἄλλ' ὦ πόλει Καλχηδόνων,
συμμύστηη ὑπάρχουσα τῶν πεπραγμένων,
καὶ Μαρκιανὸς εὐσεβὴς ὄντως ἄναξ,
συνεισαγαγὼν τὴν ῥόπην τὴν ἱδίαν·
δεκὰς δὲ μέτρον τοῖς νόμοις τρισσουμένη,
οἰκουμενικῆς ἐς τέταρτον συνόδου,
ὃς κανόνων ἔλαβεν ὀρμαθὸς τέλος
τῆς ἐκταδικῆς συνόδου τῶν πατέρων -
τούτοις ἀριθμὸς σὺν ἑκατὸν τὰ δύο -
καὶ τῆς τετάρτης κανόνων ἰδοὺ τέλος,
πέπμτης δὲ τι θέσπισμα μὴ δ' εὐρεῖν σκόπον,
ἕκτη μεθ' ὁμοίώς τε, οὐδένα γράφη νόμον,
ἀλλ' ἀν ταν ἐπλήρωσεν αὐτῆς τὸν τόπον,
ἄλλη μεθ' ἕκτην σύνοδος καλουμένη·
οὐχ ἑβδόμης θέλουσα τὴν κλῆσιν φέρειν
ὅτι συναπτὴ καὶ μεθ' ἕκτην αὐτίκα,
ἣ, σὺν ἑκατὸν, συγγράφην νόμους δύο·
Ἰουστινιανὸς κράτωρ δ' ἦν τῶν τώτε
οὐχ οὗ πολύς τε καὶ μέγας πάντι λόγος·
ὁ δεύτερος δὲ κἂν χρόνω κἂν τῷ τρόπῳ
παλάτιος τροῦλλος δὲ τ' ἄθροισμα φέρει·
τούτου δ' ὁφύτης, τὴν προέκτην συναγι(...)
οὗ δ' ἔργον εἰσίν οἱ πολιτείας νόμοι,
καὶ ναὸς ὑπερφήμος ἐν βασιλίδι,
ὁ τῆς σοφίας, καὶ Θεοῦ θείου λόγου·
οὗ καὶ πολὺν ἔλξα καὶ μέγαν λόγον·
σπούδασμα τούτου, τῶν πανεμμελεστάτων
πέμπτη συνεισάθροισις, ἡ πανόλβια
τὰς αἰρέσεις τρέπουσα, τὰσ πανεκφύλους,
οὓς καὶ κατεῖναι διος δεῖ μαθεῖν τίς ἐθέλει·
βίβλοις ἀπείροις, σ' ἐντυχὼν μανθανέτω·
ἐμοὶ γὰρ ἀσχόλησις αὕτη, πρὸς μάτην,
πίστιν ποθοῦντι τὴν συνεντετμημένην.
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Text-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography

Bibliography category to be determined

DBBE (last accessed: 2025-02-10).
Number of verses 36
Occurrence(s) [21130] Τρὶς ἐκδεκαπλάσιον ἐξαπλουμένας [1288]
MILAN - Biblioteca Ambrosiana Q 76 sup. [1288] (f. 1v)
(36 verses)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification
Permalink https://www.dbbe.ugent.be/types/4604
Last modified: 2020-08-24.