Type 4390
(formerly typ/2487)
Πρὸς τὴν Καλυψὼ Ζεὺς Ὀδυσσέως χάριν | |
πέμπει τὸν Ἑρμῆν Ἀθηνᾶς πεισθεὶς λόγῳ· | |
αὐτὴ δὲ θᾶττον εἰς Ἰθακην εὐθέως | |
ἥκει παραινέσουσα τῷ Τηλεμάχῳ | |
ὡς πρὸς πατρὸς ζήτησιν ἐλθεῖν σπουδάσοι, | |
ἀρχῷ παρεικασθεῖσα Ταφίων Μέντῃ. | |
ἐπιξενωθεῖσα δὲ τῷ Τηλεμάχῳ, | |
Σπάρτην διελθεῖν καὶ Πύλον τούτῳ λέγει, | |
ὡς πατρικὴν ἄφιξιν ἐκ τούτου μάθοι. | |
αὐτῆς δ᾽ ἐκεῖθεν ἐκδραμούσης αὐτίκα | |
Τηλέμαχος πρόσεισι μνηστήρων ὄχλον | |
καὶ πάντας ἄρδην θρασυκωτέροις λόγοις | |
εἰς ἀγορὰν αὔριον ἡκέναι λέγει. |
Last modified: 2020-08-21.