Type 4278
(formerly typ/2378)
| τῷ δακτυλογράψαντι, τῷ τὸ κτομένῳ· | |
| τῷ ἀναγινώσκοντι μετ' ἐβλαβεί(ας)· | |
| φύλαττε τ(οὺς) τρεῖς, ὦ τρι(ὰς) τρισολβία: | |
| Σὺ Χ(ριστ)έ μου τέθηκ(ας) ἀρχ(ὴν) (καὶ) τέλος· | |
| δὸς Χ(ριστ)ὲ τῶ γράψαντι πταισμάτων λύσ(ιν)· | |
| τὸ (δὲ) ἐνεργήσαντι (καὶ) τοὺς χρήσιν ἔχ(ων)· | |
| Βασιλείω διακόν(ω) τῶ Περδερία. | |
| οἱ ἀναγϊνωσκοντ(ες) τήνδε πικτύδα· | |
| ἐὰν σφάλμ(αν) εὔρηται ἐν δὲ τῆ δέλτω· | |
| μὴ μέμφεσθαι με, τί ἀμαθ(ὴ)ς ὑπάρχω· | |
| ἀλλ' εὐχεσθαί μοι δέομαι ἱκετεύω· | |
| ὅπ(ως) πταισμάτ(ων) λύσ(ιν) εὐρω ὀ τλήμων· | |
| λέγεται θ(εὸ)ς σώσοι τῶ γεγραφότι· | |
| πρ(εσ)βείαις τῶν ἁγίων σὺν τῶ Προδρόμω· | |
| τῆς θ(εοτό)κου (καὶ) παρθένου Μαρίας· | |
| ἵν' εὔρω λύ(σιν) ἐν τι μελλούσι κρίσι· | |
| τ(ῶν) ἀμετρίτων μου πταισμάτ(ων) τε πάντ(ων)· | |
| (καὶ) ἐν μον(αῖς) δικαί(ων) θ(εός) μαι τάξι: | |
| Ἡ γὰρ χεὶρ ἡ γράψασα τήνδε πικτύδα· | |
| σαπεῖται τάφω (καὶ) καλυπτῆσα λίθω· | |
| γραφῆ (δὲ) μένει εἰς ἀπεῖρ(ους) αἰῶνας: |
Last modified: 2016-04-21.
