Type 4251
(formerly typ/2348)
Ὅσοι γὰρ θεσμοὺς πατέρων χριστοφόφων | |
ἀποστολικὰς παραδόσεις ἐνθέους | |
πίστεως ἁπλῆς ἀληθεστάτους ὅρους | |
θέλετε ἰδεῖν ἀμέμπτους ὀρθοδόξους | |
δεῦτε προσῆτε τῷ σοφῷ διδασκάλῳ | |
Νικολάῳ λάμψαντι νέῳ Μεθώνης | |
ἔνθους ἀρετῆς σώφρονος συνουσίας | |
ὤν ἔννομοι κυροῦσι τῆς γραφῆς τύποι. | |
Ὁ τῶν δε πατὴρ γνησίων νοημάτων | |
δι' ὧν νόθον κύλικα πορνικοῦ σπόρου | |
ἔξωθεν ἕλκων ἀλλόφυλον ὡς γένος | |
πρὸς ἐξαπάτην τῶν λόγων τοὺς φιληνάφους | |
ἤλεγξε κατέβαλε ρίψας εἰς χάος | |
καὶ συλλογισμῶν τοὺς ἀσυμπλόκους βρόχους | |
ἔλυσεν ἄρδην ὡς ἀραχνίους μίτους. |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | Nicholas of Methone (12th c.) |
Tag(s) | |
Number of verses | 15 |
Occurrence(s) |
|
Identification | Vassis ICB 2005, 551: "Niceph. Blemmydes, In Nicolaum ep. Methones" |
Permalink | https://www.dbbe.ugent.be/types/4251 |
Last modified: 2019-08-12.