Type 4049
(formerly typ/2141)
Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε | |
μάνθανε, καὶ πατέρας, καὶ διάλεκτον ἄθρει. | |
Ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων, | |
Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδος. | |
Ἣ δ’ ἐπὶ τῷ ξυνὴν πάτρην φωνήν τε δαεῖσα | |
Σαπφώ, Κληῖδος καὶ πατρὸς Εὐρυγόρου. | |
Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν· | |
Εὐφήμου πατρός, Δωρικὸς ἁρμονίην. | |
Ἴβυκος Ἰταλὸς αὖ ἐκ Ῥηγίου ἠὲ Μεσήνης, | |
Ἠελίδα πατρός, Δωρίδα δ’ ἡρμόσατο. | |
Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις Ἠετίης τε | |
ἦν ἄρα μελπόμενος Τῇος Ἀνακρεΐων. | |
Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου, | |
Δώριον αἰνήσας ἁρμονίην ἐπέων. | |
Ἠδὲ Σιμωνίδεω Κείου, Δωριστὶ λαλοῦντος, | |
τὸν πατέρ’ αἰνήσας ἴσθι Λεωπρεπέα. | |
Ἶσα δαείς, καὶ Κεῖος ἐὼν γενεῇ, μελοποιός, | |
Μείδωνος πατέρος ἔπλετο Βακχυλίδης. | |
Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλὰ Ἀδάμαντος | |
ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης. |
Last modified: 2020-08-19.