Type 4013
(formerly typ/2105)
| Βίβλος μὲν εἰμὶ μουσικῶν μελισμάτων | |
| ἐκ πλείστων συλλεγεῖσα καὶ συντεθεῖσα | |
| χειρὶ δεξιᾷ καὶ γνώμῃ φιλαρέτῳ, | |
| τοῖς σὺν φόβῳ ψάλλουσι καὶ γλιχομένοις, | |
| ἄπλετον εὑρεῖν λύσιν ἀμπλακημάτων. | |
| Ἢν γοῦν καὶ τὸν γραφέα ζητεῖς, ὦ φίλος· | |
| Ἰωσὴφ οὗτος μοναχός τε καὶ θύτης | |
| ἐν Ματράχοις γράψας με καὶ ὀργανώσας | |
| ἔτους τρέχοντος τῇ ἕκτῃ χιλιάδι | |
| ὀκτάκις ἑκατόν, σὺν δεκαπλῇ ὀκτάδι | |
| καὶ τέσσαρα συνάμα δε, Θεῷ χάρις. |
Last modified: 2023-11-20.
