Type 3788
(formerly typ/1880)
Τὸ δεῖπνον ἁβρὸν δ’ ἐτίμων ὁ δεσπότης, | |
φίλοι προσηνεῖς, οὐ φθορᾶς πλήρης πόσις, | |
ἀλλ’ ἀμβροσία· τὸ γὰρ αἷμα δεσπότου | |
καὶ σὰρξ μερισμός, ἡ τροφή τε καὶ πόσις. | |
Σύνδειπνον αὐχεῖς, ὦ μοναχέ, τὸν λόγον, | |
σύστελλε χεῖρα τοῖς παρατεθειμένοις, | |
μήπως ἀνέδην, ἠμμένος τοῦ τρυβλίου, | |
καὶ Χριστὸν αὐτὸν ἐμπολήσῃς αὐτίκα. | |
Γρηγόριός σοι προσβοᾷ ῥακενδύτης, | |
μονῆς προεστώς, εὐτελῆς Θεοῦ θύτης. |
Last modified: 2021-08-26.