Type 3740
(formerly typ/1827)
Γλυκεῖς φοιτητὰς Ἰησοῦ τοῦ πραέος | |
ἐρῶν ἐξόχως. Καὶ στέργων ἐκ καρδίας | |
ὤκιστα πράξεις τῶνδε τὰς ἡδυτάτους | |
ῥημάτων θείων ἐπιστολὰς ἐνθέους | |
γέγραφα δέλτῳ Γεώργιος ἀχρεῖος | |
ἴαμα ταύτας ψυχικῶν ἀληγμάτων | |
οἱονεὶ φέρων καὶ βλέπων ἀσπασίως | |
ὑψίστου νόμους σαφῶς ὡς πεφυκυῖας | |
μόνοι γὰρ οὗτοι ἐναργοῦς θεοπτίας | |
οἰκειώσεως τοῦ Χριστοῦ καὶ δεσπότου | |
νόμῳ κρείττονι ἠξίωνται πρὸ πάντων | |
ἀγαπητοὺς γὰρ τούτους καλεῖ καὶ φίλους | |
Χριστὸς ἡ χαρὰ τῶν αὐτῷ πεποιθότων | |
οὔς γε καὶ πρέσβεις πρὸς αὐτον προσκάλουμεν | |
ὕψους δεξιᾶς τοῦ τυχεῖν κληρουχίας. |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | Georgios (11th c.) |
Tag(s) | |
Bibliography | |
Number of verses | 15 |
Occurrence(s) |
[17186] γλυκεῖς φυτητὰς | ἰ(ησο)ῦ τοῦ πραέος
[11th c.]
MODENA - Biblioteca Estense Universitaria α. W. 2. 07 (Puntoni 71; olim II C 4) [11th c.] (f. 24v) (15 verses) |
Identification | Vassis ICB 2005, 120: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/3740 |
Last modified: 2020-04-30.