Type 3720
(formerly typ/1805)
Βίβλος πέφυκα πρὸς λόγους γηροτρόφους, | |
γηρῶσα τῷ νῷ καὶ νεάζουσα πάλιν, | |
τῶν γραμμάτων καινίσιν ἐκ πολλαχόθεν. | |
Τοίνυν πρὸς ἔνδον εἰσφέρω τῶν ἐγκάτων, | |
βίους ἀνάκτων τῆς νέας ῥωμαΐδος | |
ῥώμης παλαιωτάτης τε καὶ τριπεμπέλου, | |
πολλῶν τε πάντων τῶν βεβασιλευκότων, | |
Πέρσαις τε, Χαλδαίοις τε καὶ Ἀσσυρίοις, | |
πόνημα καὶ γὰρ πανσόφου Κωνσταντίνου | |
πέλω Μανασσῆ τοῦ γραμματικοτάτου. | |
Χειρός τε πάλιν γραμμάτων, ὧν περφέρω, | |
οἰκτροῦ γεωργίου καὶ τάλανος βάρεος. | |
Εὔχεσθαι τοίνυν οἱ λόγων τῶν δ' εἰδότες | |
τῷ τερματώσαντί με καὶ γεγραφότι, | |
Γεωργίῳ τῷ πέλοντι βάρει τῇ θέσει, | |
ὑμῶν δὲ πάλιν ἀνταμείψει δεσπότης | |
τὰς ἐυχὰς ἐύσπλαγχος ὡς πανοικτίρμων, | |
δόξα τῷ θεῷ τῷ συνεργῷ τοῦ τέλους. |
Last modified: 2021-09-01.