Type 35550
Χεῖρας μὲν αὐτὸς εἰς περάτωσιν ἔχει | |
Ἔργων ἀεικῶν εὐκινήτους καὶ λίαν, | |
Ὁ γράψας ἄρτι τὴν παροῦσαν πυξίδα, | |
Πρὸς δ᾽ αὖ γε καλῶν χρησίμων καὶ βελτίων | |
Ἔργων ἀγαθῶν καὶ Θεῷ φιλουμένων | |
Καὶ χεῖρας ἅμα καὶ ψυχὴν αὐτὴν φέρει | |
Λίαν ῥαθύμους καὶ κατησθενημένας. | |
Πόθον δὲ πλουτεῖ καὶ ψυχῇ καὶ καρδίᾳ | |
Πρὸς εὐτρεπισμὸν τῆς παρούσης πυξίδος, | |
Ἥνπερ προηγόρευσαν οἱ θεηγόροι | |
Στάθμην ἀκλιῆ τῶν ὅρων Ἐκκλησίας. | |
Καὶ Κροίσου τυχεῖν καὶ Μίδου τῶν χρυσίων, | |
Εἰ γοῦν Θεοῦ πέφυκε τοῦτο καὶ μόνου, | |
Ὁρᾶν λογισμοὺς καὶ διαθέσεις βλέπειν, | |
Πολλῷ δὲ μᾶλλον καὶ σκοπὸν τῆς καρδίας, | |
Ποθεῖν χρυσίων ἀντὶ μυρίων ὅσων. | |
Καὶ σύ, παναμώμητε Μῆτερ Κυρίου, | |
Ψυχῶν ἰατήριον καὶ σωτηρία, | |
Ἅγνισμα, καλλώπισμα τῆς οἰκονομίας, | |
Ψυχῆς ἐποπτάουσα τὴν προθυμίαν, | |
Δέχου προσηνῶς τὴν παροῦσαν πυξίδα, | |
Ἣν δουλικῶς ἔγραψε, σῇ δὲ δαπάνῃ, | |
Ἐμὴ ῥυπαρὰ δεξιά, καθὼς ἔφην, | |
Δίδου δὲ λύτρα τῶν ἐμῶν ἁμαρτάδων. |
Text source | A. Dmitrievskij, 1965, Opisanie Liturgitseskich Rukopisej (vol. 3), Hildesheim: 261 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Bibliography | |
Number of verses | 24 |
Occurrence(s) |
[35551] Χεῖρας μὲν αὐτὸς εἰς περάτωσιν ἔχει
[15th c.]
ATHOS - Mone Iberon 1579 [15th c.] ((gen.) at the end of the manuscript) (24 verses) |
Acknowledgements |
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 856: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/35550 |
Last modified: 2024-09-09.