Type 3510
(formerly typ/1629)
Πατρικίῳ Θεοδώριτος φιλίης διὰ θεσμὸν | |
Ὀκτὼ στοιχείων πνεύματα γραψάμενος | |
ὡς δυνατὸν προὔπεμψεν ἀολλίσσας κατὰ λέξιν | |
ἐξ Ἡρωδιανοῦ τοῦ τεχνοπουλυμαθοῦς. | |
καὶ γὰρ ὁ μὲν κατέλεξε πολυσχεδέσιν τʼ ἐνὶ βίβλοις, | |
ὁππόθι παντοίης λέξιος εἶπε τάσιν. | |
ἀλλ οὐ ῥηϊδίην τοῖς πνεύμασι θήκατο τάξιν. | |
τοῦτο δὲ δῶρον ἔχων εἴσεαι ἀτρεκέως | |
καὶ μάλα ῥηϊδίως, ὁπότε χρέος, ἐνθάδε λεύσσων, | |
τί πρὸ τίνος ψιλῶς, τί πρὸ τίνος δασέως | |
ἐκφωνέειν θέμις ἐστί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις | |
ἐν στήθεσσι φέρων μνῆστιν ἐμῶν καμάτων. |
Last modified: 2020-08-24.