Type 34166
Ἄκουε Δαυὶδ τοῦ παρ' ἡμῖν Ὀρφέως, | |
λόγον ἀληθῶς, θείων καὶ θεηγόρων | |
δέλτος ἀληθῶς πέλων κελαδισμάτων | |
Δαυὶδ τοῦ κλυτοῦ προφήτου λεληχυῖα· | |
φέρουσα ψαλμῶν δεκαπέντε δεκάδας, | |
ἑξήκοντά τε κεκτημένη τὰς δόξας, | |
καθίσματα δὲ δύο δεκάδας φέρω. | |
Ψαλμῶν τὸ τεῦχος ἐσφραγισμένοις χάρις, | |
κοινὸν ταμιεῖον φαρμάκων ἀκοσμίων, | |
δίκελλα συστρέφουσα βώλους καρδίας· | |
καὶ ῥεῖν ποιοῦσα τῇδε νᾶμα δακρύων | |
εὔρυθμος ᾠδὴ καὶ παθοκτόνον μέλος | |
ἐχθροῦ πονηρὰν προσβολὴν καταστρέφον | |
καὶ νοῦν χαμερπῆ συγχορεύειν ἀγγέλοις | |
αὐγάζον ὕψη τοῖς ἀΰλοις ἐνθέως· | |
ἔργον γάρ ἐστι τῶν ἄνω στρατευμάτων | |
ψαλμοῖς γεραίρειν τὴν ἀκήρατον φύσιν, | |
ἥτις τριλαμπεῖς τὰς ὑποστάσεις φέρει, | |
πληροῖ δὲ φωτὸς καὶ φρένας τοῦ κτητόρος. | |
Θείας ὁ Δαυὶδ ἐξ ἐπιπνοίας πάλαι | |
χορδὰς νοητὰς ψαλμοκινήτους λύρας | |
πλήττων, ἐπῇδε πνεύματος μελωδίαν· | |
δι’ ὧν ὁ δαίμων τὸν Σαοὺλ ἀπὸ πνευμάτων, | |
φεύγων ἐδείκνυ σωφρόνουντα τοῖς τρόποις | |
ἐν αἷς τὸ κρυπτῶν νοημάτων βάθος | |
δύσληπτον ὃν δύσφραστον ἠγνοημένον | |
πολλὴν παρεῖχε δυσχέρειαν καὶ πόνον, | |
φῶς τὸ χρυσοῦν καὶ θεόφθεγκτον στόμα· | |
πλησθὲν νοητῶν ἐνθείων χαρισμάτων, | |
ἔνευσεν ἠρεύνησεν, νοῦν ἀποκρύφοις | |
...λωσεν (?) ἐτράνωσε τοῖς οὐκ εἰδόσι, | |
κορῷ δι’ αὐτῶν ἐκδιώκων πνευμάτων | |
τὰς δυσμενεῖς φάλαγκας καὶ ψυχοφθόρους. | |
Ἣν ὁ γραφεὺς ἐνταῦθα συντάττων πόθος | |
παίσας συνάψας καὶ πρὸς ἓν συναρμώσας, | |
τὴν βίβλον ἐστήλωσε τήνδε σὺν πόθῳ | |
θέλγουσαν ἡδύνουσαν ἐκ συγγραμμάτων, | |
τέρπουσαν εὐφραίνουσαν ἐκ τῶν θαυμάτων, | |
διδοῦσαν τοῖς λαλοῦσι καὶ πονουμένοις | |
ψυχῆς τι κέρδος συλλέγειν ἐκ τῆς βίβλου. |
Title(s) |
|
Text source | DBBE (based on occurrence Ἄκουε δα(υὶ)δ τοῦ παρ' ἡμῖν ὀρφέως) |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Critical Notes | 14 χαμερπῆ] χαμερπὴς cod. 37 ἐκ] ἐν cod. 39 διδοῦσαν] διδοῦσα cod. |
Comment | Lines 1-19 are a combination of well-known Psalter epigrams, whereas lines 21-40 are so far not known from other sources. |
Bibliography | |
Number of verses | 40 |
Occurrence(s) |
[34165] Ἄκουε δα(υὶ)δ τοῦ παρ' ἡμῖν ὀρφέως
[1404]
OXFORD - Bodleian Library - Cromwell 5 [1404] (p. 441) (40 verses) |
Related type(s) |
|
Acknowledgements |
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/34166 |
Last modified: 2022-05-03.