Type 3404
(formerly typ/1542)
| Ζωὴν εἰ θέλωμεν εὑρεῖν τὴν θαυμαστὴν ἐκείνην, | |
| ζηλώσωμεν τὸν κάματον τῶν θαυμαστῶν πατέρων | |
| καὶ πόνοις ἀναλώσωμεν σαρκὸς τὴν εὐσαρκίαν, | |
| τοὺς ὀχετοὺς ξηράνωμεν τοὺς τῶν ὑπογαστρίων, | |
| τῶν ἡδυνόντων ἀποχῇ δασμῶν τῶν οὐ χρησίμων, | |
| οἰνοφλυγίας νέφωσιν σκεδάσωμεν ἐν δίψει, | |
| μὴ χωρίσωμεν γαστρὶ δασμῶν τῶν ἀναγκαίων | |
| καθ᾽ ἡδυπάθειεν αἰσχρὰν περισσοτέρας ὕλας, | |
| ὡς ἄν γε μὴ τὴν ἄλωνα τὸ πῦρ προσαναλώσῃ, | |
| τὸ στόμα δὲ μὴ δώσωμεν ἐξαμαρτεῖν τὴν σάρκα, | |
| καθώσπερ φάσκει Σολομὼν ὁ θαυμαστὸς ἐκεῖνος· | |
| λόγος καὶ γὰρ ἀσύμφορος ἅπαν μολύνει σῶμα. |
Last modified: 2023-07-14.
