Type 3272
(formerly typ/1405)
| Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, | |
| ὅπου πάναγνοι τοῦ Θεοῦ λόγου πόδες | |
| ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, | |
| ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ, | |
| σκεύη πονηρὰ δεισιδαίμονος πλάνης, | |
| ἐκεῖ τε πολλὰ λοιπὸν ἐξ ἀπιστίας, | |
| πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, | |
| ἐκεῖθεν ἠλάσθησαν ὡς ἀποστάται. | |
| Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες | |
| οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. | |
| Ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν | |
| κατακρίνονται καὶ διώκονται πάλιν. |
Last modified: 2025-06-27.
