Type 3222
(formerly typ/1357)
Κριὸς προηγός ἐστιν, ἀρχὴ τοῦ χρόνου· | |
Ταῦρος δέ, ταύρων οἶστρος εἰς Ἀφροδίτην· | |
ζώων δὲ πάντων ζεῦξις ἐν τοῖς Διδύμοις. | |
Καρκῖνος ἐστὶ φωσφόρος δ' ὀπισθόπους· | |
Λέων δ' ὁ θερμός, ἑκπύρωσις τοῦ πόλου· | |
ἡ Παρθένος δὲ δεῖγμα τῆς γεωργίας· | |
Ζυγὸς μερισμὸς ἡμέρας πρός ἑσπέραν· | |
σκορπισμός ἐστι τῆς σπορᾶς ὁ Σκορπίος· | |
ὁ Τοξότης δὲ σύμβολον κυνηγίας· | |
ὁ δ᾽ Αἰγόκερως, ἀγρίων παρρησία· | |
Ὑδροχόος δέ, χεῦμα τῶν ὄμβρων κάτω· | |
οἱ δ᾽ Ἰχθύες, δήλωσις ἰχθύων γένους. |
Last modified: 2020-10-01.