Type 3170
(formerly typ/1303)
Ὁ μητροραίστης καὶ γένους ἀναιρέτης | |
ὁ τοῦ Διός, φεῦ, τὸν τρόπον ὑπηρέτης | |
Νέρων ὁ δεινὸς καὶ κατεβδελυγμένος, | |
ὠμῆς λεαίνης σκύμνος ἠγριωμένος | |
κτείνας σύνευνον, εἶτα Χριστοῦ ποιμένος | |
τὸν ἄρνα Παῦλον γῆς ὅλης τὸν ποιμένα, | |
νῦν ἐστὶ βρῶμα τοῦ κυνὸς τοῦ Κερβέρου. | |
Παῦλος τρυφᾷ τρυφῇ δὲ τῆς ζωηφόρου | |
φῶς τριττὸν ἁπλοῦν ὡς ὁρῶν θεαρχίας | |
ἔπαθλον εὑρὼν τὴν ἄνω σκηπτουχίαν. |
Last modified: 2022-12-20.