Type 31064
Ὁ τοῦ Σινᾶ ὄρους θείος μονάζων | |
Ἀναστάσιός ἐστιν ὁ ξύσας τήνδε τὴν δέλτον‧ | |
ἐκ σύμπασαν βίβλον ἀθροίσας | |
τῆς μελίττης γὰρ ἐμιμήσατο πόνον‧ | |
ἐξ ἀνθέων ποικίλων γλύκασμα δράσας | |
τοῖς μὴ ἅπαντα κτωμένοις τὰ βιβλία. | |
Ὡς θεράπων γὰρ καὶ προφήτης προέγνω | |
τὸ νῦν ῥάθυμον τῶν καλλιγράφων μάλα‧ | |
διὰ τοῦτο ἔδρασεν μίαν ἐκ πάντων | |
βίβλον καλλίστην τοῖς θέλουσιν φυλάττειν | |
ἀκτημοσύνην, τὸ χρυσότατον δῶρον, | |
πίστιν, ἐλπίδα καὶ (...) | |
Πρὸς τε τὸν θ(εὸ)ν καὶ τοὺς (...)σίον? πάντας | |
ὑφ ὧν στηριζόμενος ὁ (...) | |
γέγραφεν ταύτην τὴν θεόπνευστον βίβλον | |
κατ’ ἐρώτησιν νουνεχεστάτην λίαν. | |
Τὴν Ἐδὲμ μιμεῖται δὲ τὴν μακαρίαν | |
καὶ τὸν φυτουργὸν Θεὸν τὸν ἐν Τριάδι, | |
δοξαζόμενον ὑπὸ πνοῆς ἀπάσης, | |
ὥσπερ γὰρ αὐτοῦ τὰ διάφορα δένδρη, | |
οὕτω καὶ οὕτος ἐκ διαφόρων βίβλων | |
φυτεύσας παράδεισον ἠμιλογίων?, | |
συγκλείει ταύτην ἐν ἐνὶ τεύχει βίβλου | |
ὥσπερ εἰ πάσαις προυχρ... ταῖς ὑποθέσεσι | |
εἰθ’ οὕτως πᾶσαν τὴν γραφὴν ἐρανίζων‧ | |
τοὺς δὲ τυμῶνας συγκαλέ<σας> φάσκων: | |
«Γεύσασθε, τέκνα, τὸν ἐμὸν ἄρτον ἅμα | |
καὶ πεπωκότες τὸν οἶνον μου τὸν θεῖον | |
ἔργα δράσασθε θεάρεστα εὖ μάλα‧ | |
μὴ μόνον τοῖς ἔπεσιν ἐσχολακότες, | |
ἀλλὰ καὶ πράξεσι τεύξαντες τοῖς λόγοις. | |
Ὁ γὰρ ἐν μόνοις ἐγκαυχόμενος μύθοις | |
τῇ χειρὶ πεπλάνηται κρατεῖν ἀνέμους». |
Title(s) | Ἴαμβος ταύτης τῆς βίβλου πρὸς τοὺς παρατυγχάνοντας |
Text source | DBBE (based on occurrence Ὁ τοῦ σινὰ ὅρους θείος μονάζων) |
Text status | Text partially unknown |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | Anastasios of Sinai (7th c. - 701-725) |
Tag(s) | |
Critical Notes | 23 συγκλείει ] συνεκλύει cod. 26 συγκαλέσας ] συγκαλέ cod. |
Comment | The poem is unpublished; the Mount Athos repository offers only its incipit. It has several metrical irregularities and orthographic errors that have been silently corrected. Part of its verses is illegible. |
Bibliography | |
Number of verses | 33 |
Occurrence(s) |
[31066] Ὁ τοῦ σινὰ ὅρους θείος μονάζων
[12th c.]
ATHOS - Mone Karakallou 14 [12th c.] (f. 10r-10v) (33 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/31064 |
Last modified: 2023-09-08.