Type 3101
(formerly typ/1220)
Τὴν πνευματικὴν εὐφυῶς Ἰωάννης | |
τῶν ἀρετῶν κλίμακα συνθεὶς τοῖς λόγοις | |
τὴν πρὸς Θεὸν ἔδειξε ἀπλανῆ τρίβον | |
ἐνιαχοῦ δ᾽ αὕτη γε λέξιν καὶ φράσιν | |
ἑλληνικῆ ἔχουσα παιδείας ξένην | |
πολλῆς χυδαιότητος ἐμπεπλησμένην | |
ἀμφιγνοεῖν δίδωσι τὸν νοῦν τοῦ λόγου | |
τοῖς δ᾽ ἐγκαλεῖν αὖ τῷ τοκεῖ τοῦ βιβλίου | |
ὡς οὐχὶ συντρέχουσαν ἀσκήσει λόγων | |
ἣν ἡ θύραθεν οἶδε παιδεία φέρειν | |
τὴν ἀρετῆς ἄσκησιν εὐμοιρηκότι | |
ταύτῃ τὸ χωλὸν ὡς ἐνῆν ἔστιν ὅπου | |
ὀρθοῦντες ἡμεῖς τῶν μερῶν εὐγνωμόνως | |
δοκοῦμεν ὡς εὔρυθμα βαίνειν τόν λόγον | |
τὸν Σὴμ γὰρ ἐζήλωσα καὶ τὸν Ἰάφεθ | |
Ματθαῖος οἰκτρὸς ἐν μονασταῖς καὶ θύτης | |
οἵ πατρικὴν γύμνωσιν οὐκ ἐνεγκότες | |
χλεύης προκεῖσθαι τοῖς ὁρῶσιν αἰτίαν | |
ὀπισθοφανῶς συνεκάλυψαν τότε | |
καὶ τοῦτο ποιήσαντες ἤραντο κλέος | |
εἰ δὲ κεκοινώνηκα τούτοις τοῦ τρόπου | |
αἰτῶ μετασχεῖν καὶ γέρων τῶν κρειττόνων |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791" |
Tag(s) | |
Bibliography | |
Number of verses | 22 |
Occurrence(s) |
[18891] Τὴν πνευματικὴν εὐφυῶς Ἰωάννης
[15th c.]
THESSALONIKI - Mone Blatadon 25 [15th c.] (f. 4v) (22 verses) |
Identification | Vassis ICB 2005, 735: "Librarii subscr. in Ioannis Climaci Scalam Paradisi" |
Permalink | https://www.dbbe.ugent.be/types/3101 |
Last modified: 2019-08-02.