Type 3070
(formerly typ/1197)
Ἡ δέλτος αὕτη τὴν τετράστοιχον κτίσιν | |
λογογραφοῦσα μυστικῶς πέλει κτίσις | |
φέρει γὰρ ὡς γῆν τὰς στερεμνίους πτύχας | |
τὸν ἄργυρόν τε λευκόμορφον ὡς ὕδωρ, | |
ἔχει διαυγῆ λευκόλεπτον αἰθέρα | |
ἐν ὧ μὲν εἰσὶν ὥσπερ ἀστέρες Λόγοι | |
ὥσπερ δέ θερμὸς τοῦ Λέοντος ὁ πόθος· | |
οὗτος γὰρ αὐτὴν εὐφυῶς ἡρμοσμένην | |
ἀνεκαίνισεν εὐκλεὴς φιλοπόνως. | |
Ἀλλ᾽ ὦ Χριστέ μου τῷ πόθῳ κτισαμένῳ, | |
λύτρον παράσχε δεινῶν ἁμαρτημάτων· | |
ταῖς δεήσεσιν τῶν εὐαγγελιστῶν σου | |
Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου. |
Last modified: 2022-03-15.